Pular para o conteúdo

Ἀναλυτικὰ πρότερα

Aristóteles · Capítulo 30

Capítulo 30

Τοῦ δʼ ἀπὸ τύχης οὐκ ἔστιν ἐπιστήμη διʼ ἀποδείξεως. οὔτε γὰρ ὡς ἀναγκαῖον οὔθʼ ὡς ἐπὶ τὸ πολὺ τὸ ἀπὸ τύχης [87b20] ἐστίν, ἀλλὰ τὸ παρὰ ταῦτα γινόμενον· ἡ δʼ ἀπόδειξις θατέρου τούτων. πᾶς γὰρ συλλογισμὸς ἢ διʼ ἀναγκαίων ἢ διὰ τῶν ὡς ἐπὶ τὸ πολὺ προτάσεων· καὶ εἰ μὲν αἱ προτάσεις ἀναγκαῖαι, καὶ τὸ συμπέρασμα ἀναγκαῖον, εἰ δʼ ὡς ἐπὶ τὸ πολύ, καὶ τὸ συμπέρασμα τοιοῦτον. ὥστʼ εἰ τὸ ἀπό [87b25] τύχης μήθʼ ὡς ἐπὶ τὸ πολύ μήτʼ ἀναγκαῖον, οὐκ ἄν εἴη αὐτοῦ ἀπόδειξις.