Pular para o conteúdo

Anonymi in Analyticorum Posteriorum librum alterum commentarium

Anônimo · Livro 22

Livro 22

p. 90b38 Ἔτι ἕτερον τὸ τί ἐστι καὶ τὸ ὅτι ἔστι δεῖξαι. ὁ μὲν οὖν ὁρισμὸς τί ἐστι δηλοῖ, ἡ δὲ ἀπόδειξις ὅτι ἢ ἔστι τόδε κατὰ τοῦδε ἢ οὐκ ἔστι.

Πρῶτον ἔδειξεν ὅτι ἑτέρων ἐστὶν ἥ τε ἀπόδειξις καὶ ἡ δι᾿ ὁρισμοῦ γνῶσις. νῦν δ[ε προσαποδείκνυσιν ὅτι καὶ ἕτεραι, ἀποδεικνὺς ὅτι μηδ᾿ ὅλως ἐστὶν ἀποδεικτικὴ ἡ ὁριστική· ἐδύνατο γὰρ ὅσον ἐπὶ τοῖς πρώτοις κειμένοις ἑτέρων μὲν εἶναι, ἀποδεικτικὴ μέντοι καὶ αὐτὴ εἶναι.