Livro 23
p.91a7 Φανερὸν ἄρα ὅτι | οὔτε οὗ ὁρισμός, τούτου πάντως ἀπόδειξις, [17] δειξις, οὔτε οὗ ἀπόδειξις, τούτου πάντως ὁρισμός.
Ὅτι ἀδύνατον ὁρισμοῦ ἀπόδειξιν γενέσθαι, δοκεῖ πως ἤδη διὰ τῶν εἰρημένων δεδεῖχθαι. ὅτι γὰρ μηδενὸς τοῦ αὐτοῦ δι᾿ ὁρισμοῦ τε καὶ ἀποδείξεως ἡ δεῖξις, προεῖπεν, ὅτι οὐ γὰρ ἐστιν ἀπόδειξις οὗ ὁρισμός· ὁ μὲν γὰρ ὁρισμὸς τοῦ τί ἐστι καὶ οὐσίας, ἡ δ᾿ ἀπόδειξις τοῦ ὅτι ἔστιν ἀλλ᾿ οὐ τοῦ τί ἐστι· καὶ ὁ μὲν ὁρισμὸς δεῖξις τῆς οὐσίας, αἱ δ᾿ ἀποδείξεις οὐ τὴν οὐσίαν δεικνύουσι· καὶ ὁ μὲν ὁρισμὸς ἀρχὴ ἀποδείξεως, ἡ δὲ ἀρχὴ τῆς [553.10] ἀποδείξως οὐκ ἀποδεικτή. εἰ δὴ ταῦτα ὑγιῆ, οὐκ ἂν εἴη ὁρισμῦ ἀπόδειξις· ἕπεται γὰρ τοῦτο κἀκείνοις. ὃ εἰ καὶ διά τινων ἐπιχειρήσεων δοκεῖ πως δεδεῖχθαι, ἀλλ᾿ ἄλλο τοῦτο τὸ πρόβλημα ἐκείνων καὶ ἄλλης δείξεως δεόμεθα. ἐπ᾿ ἐκείνων μὲν γὰρ ἐζητεῖτο εἰ τοῦ αὐτοῦ δύναται γνῶσις καὶ δι᾿ ἀποδείξεως καὶ δι᾿ ὁρισμοῦ γίνεσθαι· νῦν δ᾿ εἰ ἔστι τὸν ὁρισμόν τινος δι᾿ ἀποδείξεως δεῖξαι ὑπάρχοντα αὐτῷ.
[18] [554.1]