Pular para o conteúdo

Anonymi in Analyticorum Posteriorum librum alterum commentarium

Anônimo · Livro 21

Livro 21

p. 90b21 Ὥστ᾿ εἴπερ τὸ ἐπίστασθαι τὸ ἀποδεικτον ἐστι τὸ τὴν [16] ἀπόδειξιν ἔχειν, συμβήσεταί τι ἀδύνατον.

Ὅτι μὴ οἷόν τε τοῦ αὐτοῦ ἐπιστήμην ἔχειν δι᾿ ἀποδείξεώς τε καὶ ὁρισμοῦ. εἰ γὰρ τοῦ ἀποδεικτοῦ ἐπιστήμη ἡ δι᾿ ἀποδείξεως γνῶσις, εἰ εἴη πᾶν τὸ δι᾿ ὁρισμοῦ γνωστὸν καὶ δι᾿ ἀποδείξεως, ἀποδεικτὸν μὲν ἂν εἴη· ἐνδέχοιτο δ᾿ ἂν αὐτὸ καὶ χωρὶς ἀποδείξεως εἰδέναι ἔχοντα αὐτοῦ τὸν ὁρισμόν, ἐπειδὴ καὶ ἡ δι᾿ ῥισμοῦ γνῶσις ἐπιστημονική. ἔτι αἱ ἀρχαὶ τῶν ἀποδείξεων ἀναπόδεικτοι· οἱ δὲ ὁρισμοὶ ἀρχαὶ τῶν ἀποδείξεων.