Pular para o conteúdo

In Aristotelis Categorias commentarius

Amônio · Livro 8

Livro 8

[376]“

Ἐναντίον δέ ἐστιν ἀγαθῷ μέν. |

”

Πληρώσας τὸν περὶ τῶν ἀντικειμένων λόγον νῦν βούλεται εἰπεῖν [377] ποσαχῶς τὰ ἐναντία λέγεται καί φησιν ὅτι τῷ μὲν ἀγαθῷ πάντως ἐναντίον κακὸν ἔσται, τῷ δὲ κακῷ οὐ πάντως ἀγαθόν (οὐ γὰρ ἀντιστρέφει), τῷ δὲ κακῷ ὁτὲ μὲν ἀγαθὸν ὅτε δὲ κακόν ἐστιν ἐναντίον· οὐ γὰρ μόνον τὸ ἀγαθόν· τῇ γὰρ ἐνδείᾳ κακῷ ὄντι ἡ ὑπερβολὴ ἐναντίον κακόν, ὁμοίως καὶ τῇ δειλίᾳ κακῇ οὔσῃ ἀντίκειται ἡ θρασύτης. τὰ δὲ τοιαῦτα ἐναντία σπάνια, ὡς δὲ ἐπὶ τὸ πλεῖστον τὸ κακὸν τῷ ἀγαθῷ ἐναντίον ἐστίν.

[378] [102.1]

[379]“

Ἔτι ἐπὶ τῶν ἐναντίων.

”

Δῆλον ὅτι καὶ τὰ ἐναντία νῦν ὡς πράγματα ἐξετάζει καὶ οὐχ ὡς ἐναντία· ὄντος μὲν γάρ φησι τοῦ λευκοῦ οὐκ ἀνάγκην εἶναι τὸ μέλαν, ὄντος δ’ αὐτοῦ ὡς ἐναντίου ἐξ ἀνάγκης εἶναι τὸ μέλαν· τὸ γὰρ ἐναντίον τινὶ λέγεται ἐναντίον εἶναι, καθὼς καὶ ἐν τοῖς πρός τι εἴρηται.

[380]“

Ἔτι εἰ τῷ Σωκράτη ὑγιαίνειν.

”

Τοῦτό φησιν ὅτι τὰ ἐναντία φθαρτικά ἐστιν ἀλλήλων καὶ οὐδέποτε τοῦ ἑνὸς ὄντος τὸ ἕτερον ὑποσταίη τῷ ὑποκειμένῳ κατὰ τὸ αὐτὸ μέρος ἐν τῷ αὐτῷ χρόνῳ· ὑγεία γὰρ καὶ νόσος ἐναντία καὶ οὐδέποτε τῷ αὐτῷ ὑπάρξουσιν ἅμα.

[381]“

Δῆλον δὲ ὅτι καὶ περὶ ταὐτόν.

”

Έτερον παρακολούθημα τῶν ἐναντίων τὸ ἀμφότερα εὑρίσκεσθαι ἐν ἑνὶ ὑποκειμένῳ. καὶ τοῦτο εἰκότως· δεῖ γὰρ τὰ πολεμοῦντα καὶ μαχόμενα ἀλλήλοις ἐν ἑνὶ ὑποκειμένῳ ἢ τόπῳ συνελθόντα τοῦτο ποιεῖν.

[382]“

Δικαιοσύνη δὲ καὶ ἀδικία ἐν.

”

Ἄνω εἰρηκὼς ὅτι τὰ ἐναντία ἐν τῷ αὐτῷ γένει δεῖ εἶναι, νῦν δείκνυσιν ὅτι οὐ πάντα ἐν τῷ αὐτῷ γένει εἰσίν· δικαιοσύνη γὰρ καὶ ἀδικία ἐναντία γένη οὐκ ἐν τῷ αὐτῷ γένει θεωροῦνται· ἡ γὰρ δικαιοσύνη ἐν γένει τῇ ἀρετῇ, ἡ δὲ ἀδικία ἐν γένει τῇ κακίᾳ. φαμὲν ὅτι καὶ αὐτὰ τὰ ἐναντία γένη κοινόν τι γένος ἔχει· καὶ γὰρ ἡ ἀρετὴ ἕξις ἐστὶν καὶ ἡ κακία ὁμοίως ἕξις. |

[383] [103.1]