Pular para o conteúdo

In Aristotelis Categorias commentarius

Amônio · Livro 9

Livro 9

[384][385]“

Πρότερον ἕτερον ἑτέρου λέγεται. |

”

Ἐπειδὴ ἐν τῇ τῶν κατηγοριῶν διδασκαλίᾳ ἐμνημόνευσε τοῦ προτέρου, [386] εἰκότως τούτου ἀπαριθμεῖται τὰ σημαινόμενα καὶ διελὼν μὲν τέσσαρα αὐτὰ εἶναί φησιν,. ὕστερον δὲ καὶ πέμπτον προστίθησι. καί φησι, πρῶτον μὲν πρότερον λέγεται τᾷ χρόνῳ, καθ’ ὃ καὶ τὸν πρεσβύτερον τοῦ νέου λέγομεν πρότερον εἶναι (εἰδέναι δὲ χρὴ ὅτι τὸ μὲν πρεσβύτερον ἐπὶ ἐμψύχων τὸ δὲ παλαιότερον ἐπὶ ἀψύχων λέγεται), δεύτερον δὲ σημαινόμενον τὸ μὴ ἀντιστρέφον κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, ἤγουν τὸ συνεισφερόμενον μὴ συνεισφέρον δέ· τοῦτο γάρ ἐστι τὸ μὴ ἀντιστρέφον κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν· οἷον δυοῖν ὄντοιν ἐξ ἀνάγκης ἓν ἔσται (συνεισφέρεται γὰρ τὸ ἕν), ἑνὸς δὲ ὄντος οὐκ ἐξ ἀνάγκης ἔσονται δύο (οὐ γὰρ συνεισφέρεται τῷ ἑνί), ὥστε πρότερον τὸ ἓν τοῖν δυοῖν. πάλιν ἀνθρώ- που μὲν ὄντος ἐξ ἀνάγκης ἔσται ζῷον (συνεισφέρεται γὰρ τὸ ζῷον τῷ ἀνθρώπῳ), ζῴου δὲ ὄντος οὐ πάντως ἔσται ἄνθρωπος· οὐ γὰρ συνεισφέρεται αὐτῷ ὁ ἄνθρωπος· πολλὰ γάρ εἰσι ζῷα, ἃ οὐκ εἰσὶν ἄνθρωποι· οὐκοῦν τὸ ζῷον πρότερον τοῦ ἀνθρώπου. τῇ φύσει δὲ τοῦτο καὶ οὐ τῷ χρόνῳ λέγεται. τρίτον δὲ τῇ τάξει ἐστίν, ὡς τὸ προοίμιον πρότερον τῆς διηγήσεως. | τέταρτον τῷ ἀξιώματι ὡς ὁ ἄρχων τῶν ἀρχομένων. πέμπτον [387] ὃ ἀντιστρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, αἴτιον δὲ τῷ ἑτέρῳ τοῦ εἶναι γίνεται.

[388]“

Ἔστι μὲν δὴ καὶ σχεδὸν ἀλλοτριώτατος.

”

Ἐπείπερ οὗτος ἐκ τῆς ἡμετέρας προαιρέσεως τέθειται καὶ οὐκ ἐκ τῆς φύσεως τῶν πραγμάτων.

[389] [104.1]

[390]“

Τῶν γὰρ ἀντιστρεφόντων κατὰ τήν.

”

Ἐὰν γάρ, φησί, τῶν ἀντιστρεφόντων τὸ ἕτερου τοῦ ἑτέρου αἴτιον ᾖ τοῦ εἶναι, εἰκότως πρότερον λέγοιτ’ ἄν, οἷον πατὴρ υἱοῦ ἐστι πατήρ, ἀλλὰ καὶ πρὸς ⟨ἄλληλα⟩ ἀντιστρέφει· ὁ υἱὸς πατρός ἐστιν υἱός· εἰ οὖν ὁ πατὴρ αἴτιος τοῦ εἶναι τῷ υἱῷ, εἰκότως πρότερον τῇ φύσει τοῦ υἱοῦ λέγοιτο ἄν.

[391]“

Ὥστε κατὰ πέντε τρόπους πρότερον ⟨ἕτερον⟩ ἑτέρου λέγοιτ’ ἄν.

”

Εἰπὼν δὲ περὶ τοῦ προτέρου οὐκέτι περὶ τοῦ ὑστέρου ἐμνημόνευσεν· ἐκ γὰρ τῆς τούτου διδασκαλίας καὶ ὁ τοῦ ὑστέρου λόγος σαφής· ἅμα γὰρ [104.10] ταῦτα ὑπάρχει, ἐπεὶ καὶ τῶν πρός τί ἐστιν· τὸ γὰρ πρότερον ὑστέρου λέγεται πρότερον· κατὰ τοσούτους γὰρ τρόπους λέγεται τὸ ὕστερον, ὅσους καὶ τὸ πρότερον.