Livro 7
[338][339]“
Περὶ δὲ τῶν ἀντικειμένων ποσαχῶς.
”
Σκοπός ἐστιν ἐνταῦθα τῷ Ἀριστοτέλει διδάξαι ἡμᾶς περὶ τῶν φωνῶν, ὧν ἐν τῇ διδασκαλίᾳ τῶν κατηγοριῶν ἐμνημόνευσεν, οὐ παντάπασι μὲν ἡμῖν ἀγνώστων οὐσῶν ἐκ τῆς συνηθείας, δεομένων δὲ ὅμως τινὸς διαρθρώσεως καὶ διδασκαλίας. καὶ πρῶτον περὶ τῶν ἀντικειμένων φησί· καὶ γὰρ ἐμνημόνευσεν ἐν τοῖς πρός τι τῶν ἀντικειμένων, ἡνίκα ἔλεγε τὸ μέγα τᾷ μικρῷ ἀντικεῖσθαι οὐχ ὡς τὰ ἐναντία, ἀλλ’ ὡς τὰ πρός τι. βούλεται τοίνυν διδάξαι ποσαχῶς λέγεται τὰ ἀντικείμενα καί φησιν ὅτι τετραχῶς ἀντίκειται, ἢ ὡς τὰ πρός τι ἢ ὡς τὰ ἐναντία ἢ ὡς στέρησις καὶ ἕξις ἢ ὡς κατάφασις καὶ ἀπόφασις. ἵνα δὲ πραγματικῶς τοῦτο μάθωμεν, πῶς τὰ ἀντικείμενα τετραχῶς λέγεται, λάβωμεν αὐτὰ ἐκ διαιρέσεως. τὰ ἀντικείμενα ἢ ἐν λόγοις ἀντίκειται ὡς κατάφασις καὶ ἀπόφασις, οἷον Σωκράτης περιπατεῖ —Σωκράτης οὐ περιπατεῖ, ἢ ἐν πράγμασι, καὶ τούτοις ἢ σχέσιν ἔχουσιν ἢ ὡς καθ’ αὑτὰ θεωρουμένοις· καὶ τὰ μὲν κατὰ σχέσιν λέγονται ἀντικεῖσθαι ὡς τὰ πρός τι οἷον δεξιὸν ἀριστερόν, τὰ δὲ οὐ κατὰ σχέσιν· ἀλλὰ καθ’ αὑτὰ ἀντίκειται, καὶ ταῦτα ἢ μεταβάλλει εἰς ἄλληλα ἢ οὐ μεταβάλλει, [94.1] καὶ εἰ μὲν μεταβάλλει, | ἀντίκειται ὡς τὰ ἐναντία οἷον τὸ μέλαν τῷ [340] λευκῷ, εἰ δὲ μὴ μεταβάλλει, ἀντίκειται κατὰ στέρησιν καὶ ἕξιν οἷον ὡς ὄψις καὶ τυφλότης.
Τίνος δὲ ἕνεκεν ταύτῃ τῇ τάξει ἐχρήσατο; φαμὲν ὅτι ἀπὸ τῶν μαλακωτέραν ἐχόντων τὴν ἀντίθεσιν, λέγω δὴ τῶν πρός τι, ἤρξατο· ταῦτα γὰρ σχεδὸν οὐδὲ πέφυκεν ἄλληλα πολεμεῖν· ἀμέλει καὶ συνεισάγει ἄλληλα καὶ τοῦ ἑτέρου ὄντος πάντως ἐστὶ καὶ τὸ ἕτερον καὶ τοὐναντίον μὴ ὄντος τοὺ ἑτέρου οὐδὲ τὸ ἕτερον ἔσται. δεύτερον δέ φησι περὶ τῶν ἐναντίων· σφοδρότερον γὰρ ἀντίκειται τὰ ἐναντία· ταῦτα γὰρ ἀναιρεῖ [94.10] ἄλληλα, καὶ τοῦ ἑτέρου ὄντος πάντως τὸ ἕτερον ἔφθαρται. ἔτι δὲ τούτων σφοδρότερα τὰ κατὰ στέρησιν καὶ ἕξιν· τὰ γὰρ ἐναντία εἰ καὶ ἀναιρεῖ ἄλληλα, ὡς ἐλέγομεν, ἀλλὰ καὶ εἰς ἄλληλα μεταβάλλει (λευκὸν γὰρ ἐκ μέλανος καὶ τοὐναντίον γίνεται), τὰ δὲ κατὰ στέρησιν καὶ ἕξιν ἀντικείμενα οὐ μεταβάλλει εἰς ἄλληλα· οὔτε γὰρ τυφλός τις ἀναβλέψαι ἄν οὔτε φαλακρὸς φύσαι τρίχας. ἔτι δὲ τούτων σφοδροτέρα ἡ περὶ κατάφασιν καὶ ἀπό- φασιν ἀντίθεσις· αὕτη γὰρ μόνη ἐπὶ πάντων τῶν ὄντων θεωρεῖται, αἱ δ ἄλλαι οὐδαμῶς· ἡ γὰρ τῶν πρός τι ἀντίθεσις οὐκ ἐπὶ πάντων λέγεται· ἄν γὰρ τύχῃ τις μόνος ὤν, οὐ λέγεται δεξιὸς εἶναι ἢ ἀριστερός. οὔτε τὰ ἐναντία δὲ ἐπὶ πάντων· τῇ γὰρ οὐσίᾳ οὐδέν ἐστιν ἐναντίον καὶ ἡ φωνὴ [94.20] οὐ λέγεται λευκὴ εἶναι ἢ μέλαινα κατὰ τὴν τῶν χρωμάτων ἐναντίωσιν. ὁμοίως οὔτε ἡ κατὰ στέρησιν καὶ ἕξιν ἀντίθεσις λέγεται ἐπὶ πάντων· ὁ γὰρ λίθος οὐ λέγεται τυφλὸς εἶναι ἡ ὄψιν ἔχειν ἢ φαλακρὸς εἶναι. ἡ δέ γε τῆς καταφάσεως καὶ ἀποφάσεως ἀντίθεσις ἐπὶ πάντων θεωρεῖται· λέγεται γὰρ ὁ Σωκράτης ἢ δεξιὸς εἶναι ἢ μὴ εἶναι δεξιός, καὶ ἡ οὐσί ἢ ἔχειν ἐναντίον ἢ μή, καὶ ὁ λίθος ἢ ὄψιν ἔχειν ἢ μὴ ὄψιν ἔχειν, ὁμοίως καὶ ἐπὶ πάντων δὲ τῶν ὄντων εὐπορήσεις καὶ καταφάσεως καὶ ἀποφάσεως [ταύτην τὴν ἀντίθεσιν ὑπάρχουσαν]. εἰκότως οὖν πρώτην μὲν εἶπε τὴν τῶν πρός τι, δευτέραν δὲ τὴν τῶν ἐναντίων, τρίτην δὲ τὴν κατὰ στέρησιν καὶ ἕξιν, τετάρτην δὲ τὴν κατάφασιν καὶ ἀπόφασιν.
[341] [95.1]
[342]“
Ὅσα οὖν ἀντίκειται.
”
Βούλεται διὰ τούτων δεῖξαι ὅτι ἡ τῶν πρός τι ἀντίθεσις οὐκ ἔστιν ἡ αὐτὴ τῇ τῶν ἐναντίων, καὶ δείκνυσιν αὐτὸ οὕτως· τὰ ὡς πρός τι ἀντικείμενα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται οἷον τὸ δεξιὸν ἀριστεροῦ δεξιόν, τὰ δ’ ὡς ἐναντία ἀντικείμενα αὐτὰ ἅπερ ἐστὶν οὐ λέγεται ἑτέρων· τὸ γὰρ λευκὸν οὐ λέγεται μέλανος λευκόν· τὰ ἄρα ὡς πρός τι ἀντικείμενα ἕτερα παρὰ τὰ ὡς ἐναντία ἀντικείμενα.
[343]“
Ὅσα δὲ τῶν ἐναντίων. |
”
Διακρίνας τὴν τῶν πρός τι ἀντίθεσιν τῆς τῶν ἐναντίων βούλεται νῦν [344] [95.10] αὐτὴν καὶ τῶν λοιπῶν διακρῖναι. πρὸ δὲ τούτου διαίρεσίν τινα τῶν ἐναντίων παραδίδωσι συμβαλλομένην αὐτῷ τοιαύτην· τῶν ἐναντίων τὰ μὲν ἄμεσά ἐστιν ὡς ἄρτιον καὶ περιττόν. τὰ δὲ ἔμμεσα ὡς τὸ λευκὸν καὶ τὸ μέλαν καὶ εἴ τι τοιοῦτον. καὶ τὰ ἔμμεσα τὰ μὲν οὕτως ἔχει ὥστε μὴ ἐξ ἀνάγκης τὸ ἕτερον αὐτῶν παρεῖναι τῷ ὑποκειμένῳ ὡς ἐπὶ λευκοῦ καὶ μέλανος (οὔτε γὰρ ἀνάγκη πᾶν σῶμα λευκὸν εἶναι ἢ μέλαν· δύναται γὰρ καὶ φαιὸν εἶναι ἡ ἄλλο τι, ὅσα ἔμμεσα), τὰ δὲ οὕτως ἔχει ὥστε ἐξ ἀνάγκης τὸ ἕτερον αὐτῶν παρεῖναι τῷ ὑποκειμένῳ, ὡς τῷ πυρὶ ἡ θερμότης· οὐ γὰρ ἄν ποτε αὐτῷ προσγένοιτο ἡ ψῦξις· ὁμοίως δὲ καὶ τῇ χιόνι ⟨ἡ⟩ ψυχρότης καὶ οὐκ ἄν ποτε τὸ
[345][95.20] “
Καὶ περιττὸν δὲ καὶ ἄρτιον.
”
Πᾶς γὰρ ἀριθμὸς ἢ περιττὸς ἢ ἄρτιος, καὶ οὐκ ἂν εὑρεθείη ἀριθμὸς μὴ ὢν τοιοῦτος.
[346]“
Καὶ φαῦλον δὲ καὶ σπουδαῖον κατηγορεῖται.
”
Οὐ μόνον γὰρ ἐπ’ ἀνθρώπου λέγομεν τὸ φαῦλον καὶ σπουδαῖον, ἀλλὰ καὶ ἐπ’ ἄλλων πολλῶν οἷον ἵππων καὶ κυνῶν καὶ τῶν τοιούτων.
[347]“
Ἐπ’ ἐνίων μὲν οὖν ὀνόματα.
”
Τῶν ἐμμέσων ἐναντίων τὰ μὲν τὸ μέσον ἔχουσιν ὀνομαζόμενον ὡς [348] [96.1] λευκὸν καὶ μέλαν τὸ ὠχρὸν καὶ τὸ φαιὸν καὶ τὰ τοιαῦτα, τὰ δὲ οὐκ ἔχει, τῇ δὲ τῶν ἄκρων ἀναιρέσει σημαίνεται, οἷον τὸ μεταξὺ φαύλου καὶ σπουδαίου ὀνόματι μὲν οὐκ ἔστιν εἰπεῖν, τῇ δὲ τῶν ἄκρων ἀναιρέσει τοῦτο γνωρίζομεν οἷον τὸ μήτε φαῦλον μήτε σπουδαῖον λέγοντες.
[349][96.5] “
Στέρησις δὲ καὶ ἕξις λέγεται. |
”
Βουλόμενος διακρῖναι τὴν τῶν πρός τι ἀντίθεσιν τῆς κατὰ στέρησιν [350] καὶ ἕξιν ἀντιθέσεως πρότερον περὶ αὐτῶν διδάσκει τῶν κατὰ στέρησιν καὶ ἕξιν ἀντικειμένων καί φησιν ὅτι περὶ ὃ πρᾶγμα λέγεται ἡ ἕξις, περὶ τοῦτο καὶ ἡ στέρησις θεωρεῖται.
[351][96.10] “
ἐστερῆσθαι γὰρ τότε λέγομεν.
”
Πάνυ ἀσφαλῶς ὁ φιλόσοφός φησιν ὅτι εἰ μέλλομεν λέγειν τι ἑστερῆσθαί τινος, τρία ταῦτα δεῖ σκοπεῖν· πρῶτον μὲν αὐτὸ περὶ οὗ λέγομεν εἰ δεκτικόν, ἔπειτα τὸν τόπον ἐν ᾧ πέφυκε λέγεσθαι, τρίτον τὸν καιρὸν καθ’ ὃν ἔδει τὴν ἕξιν εἶναι. οἷον δεῖ σκοπεῖν πρῶτον τὸ ὑποκείμενον διὰ τὰ ὅλως οὐ δεκτικά (οὐ γὰρ λέγομεν τὸν λίθον ἐστερῆσθαι ὄψεως, ἐπεὶ μηδὲ ἔχει ὅλως ἐπιτηδειότητα πρὸς τὸ κεκτῆσθαι ὄψιν· παραπλήσιον γὰρ ὡς εἰ ἔλεγεν αὐτὸν καὶ δικαιοσύνης ἐστερῆσθαι· ἀλλ’ οἶμαι φανερὸν ὅτι ἡ στέρησις μόνην τὴν προυπάρξασαν λέγεται κτῆσιν), δεύτερον δὲ καὶ τὸ μέρος καθ’ ὃ πέφυκεν ἔχειν (τοῦ γὰρ ἀνθρώπου δεκτικοῦ ὄντος ὄψεως τὸν πόδα οὐ λέγομεν ἐστερῆσθαι ὄψεως διὰ τὸ ὡς εἴρηται μὴ πεφυκέναι κατ’ ἐκεῖνο τὸ μέρος αὐτὴν ἔχειν), ἔτι δὲ πρὸς τούτοις τὸν καιρόν· τὸ γὰρ σκυλάκιον πεφυκὸς ἔχειν ὄψιν καὶ καθ’ ὃ μέρος δεῖ, ὅμως οὐχ ὁρᾷ, καὶ οὐ λέγεται ἐστερῆσθαι ὄψεως διὰ τὸ μήπω παρεῖναι τὸν καιρὸν εἰς ὃν κατ’ ἐνέργειαν ἀπολάβοι τὴν ὄψιν μηδὲ πρότερον μὲν ὁρᾶν αὐτὸ [352] ὕστερον δὲ τυφλώττειν. καλῶς οὖν καὶ ἀσφαλῶς τὰ τρία ταῦτα φυλάττειν καὶ σκοπεῖν ἡμᾶς φησιν ὁ φιλόσοφος· νωδόν τε γὰρ λέγομεν οὐ τὸ μὴ ἔχον ὀδόντας (οὐ γὰρ δήπου καὶ τὸ ἄρτι τεχθέν) καὶ οὐχ ἀπλῶς τὸ μὴ ἔχον ὄψιν· οὐ γὰρ δήπου καὶ τὸ σκυλάκιον.
[353] [97.1]
[354]“
Τὸ δὲ ἐστερῆσθαι καὶ τὸ τὴν ἕξιν ἔχειν οὐκ ἔστι στέρησις καὶ ἕξις.
”
Διὰ τούτων βούλεται ὁ φιλόσοφος δεῖξαι ὅτι οὐκ ἔστι ταὐτὸν τὸ ἐστερῆσθαι τῇ στερήσει οὔτε τὸ ἔχειν ἕξιν τῇ ἕξει, παρωνύμως δὲ ἀπ’ [97.5] αὐτῶν λέγεται, ἐπεὶ εἰ ἦν τὸ αὐτό, κατηγορεῖτο ἂν ἀμφότερα κατὰ τοῦ αὐτοῦ· εἰ γὰρ ἦν ταὐτὸν ἕξις καὶ ἕξιν ἔχειν, κατηγορεῖτο ἄν ἀμφότερα κατὰ τοῦ αὐτοῦ, καὶ ἐπὶ τῆς στερήσεως δὲ ὡσαύτως. νῦν δὲ οὐχ οὕτως ἔχει· οὔτε γὰρ τὸν τυφλὸν τυφλότητα λέγομεν.
[355]“
Ὁμοίως δὲ καὶ οὐκ ἔστι τὸ ὑπὸ τὴν ἀπόφασιν καὶ κατάφασιν.
”
Ὅτι ἡ κατάφασις καὶ ἀπόφασις οὐκ ἔστι ταὐτὰ τοῖς ὑπ’ αὐτῶν σημαινομένοις δείκνυσιν ἐκ τοῦ τὴν μὲν κατάφασιν καὶ ἀπόφασιν λόγους εἶναι, τὰ δὲ ὑπ’ αὐτῶν σημαινόμενα πράγματα. λέγεται δὲ καὶ ταῦτα ἀντικεῖσθαι τὸ Σωκράτης κάθηται τῷ Σωκράτης οὐ κάθηται] ὡς κατάφασις [97.15] καὶ ἀπόφασις, λέγω δὴ ταῦτα τὰ πράγματα οἷον τὸ κάθηται καὶ τὸ οὐ κάθηται.
[356]“
Ὅτι δὲ ἡ στέρησις καὶ ἡ ἕξις.
”
Διακρίνας τὰ πρός τι τῶν ἐναντίων νῦν αὐτὰ διακρίνει ἀπὸ τῶν [357] κατὰ στέρησιν καὶ ἕξιν ἀντικειμένων καὶ ἄρχεται ἀπὸ τοῦ σαφεστέρου καὶ ὁμολογουμένου, λέγω δὴ ἀπὸ τοῦ τὴν ὄψιν μὴ λέγεσθαι τυφλότητος ὄψιν, ὕστερον δὲ δείκνυσι, καὶ τοῦτο ἀμφίβολον, ὅτι οὐδὲ ἡ τυφλότης ὄΦεως λέγεται· τοῦτο γὰρ δοκεῖ καὶ λέγεσθαι.
[358]“
Οὐδ᾿ ἄλλως οὐδαμῶς πρὸς τοῦτο λέγεται.
”
Ἀντὶ τοῦ ‘ὡς ⟨ἄν⟩ ὀνοματοποιήσῃς, οὐδαμῶς πρὸς λέγεται᾿.
[359] [98.1]
[360]“
Ὡσαύτως δὲ οὐδὲ ἡ τυφλότης λέγοιτ' ἂν τυφλότης ὄφεως.
”
Δείκνυσιν ὅτι οὐδὲ ἡ τυφλότης ὄψεως λέγεται· εἰ γὰρ λέγεται, ῥηθήσεται καὶ ὄψις τυφλότητος· τὰ γὰρ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται, ὥσπερ τὸ ἀριστερὸν δεξιοῦ καὶ τὸ δεξιὸν ἀριστεροῦ.
[361]“
⟨Ὅτι δὲ οὐδ᾿ ὡς τὰ ἐναν τία.⟩
”
Ἰσιέον ὅτι ἀκόλουθον ἦν τὴν τῶν πρός τι ἀντίθεσιν διακρῖναι πρὸς τὴν κατάφασιν καὶ ἀπόφασιν. ἀλλ’ ἐπειδὴ ἑνὶ λόγῳ ἐκείνην τῶν τριῶν μέλλει διακρίνειν, τοῦτο μὲν ὑπερέθετο, τῆς δὲ τῶν ἐναντίων ἀντιθέσεως διακρίνει τὴν κατὰ στέρησιν καὶ ἕξιν, καὶ πρότερον τὰ ἐναντία διαιρεῖ καὶ δείκνυσι διὰ τῶν μερῶν, ἔπειτα δὲ καὶ καθολικῷ λόγῳ· ὧν μὲν γὰρ ἐναντίων μηδέν ἐστιν ἀνὰ μέσον, ἀναγκαῖον ἐν ᾧ πέφυκε γίνεσθαι ἢ ὧν κατηγορεῖται θάτερον αὐτῶν ὑπάρχειν ἀεί· οὔτε γὰρ τὸ πῦρ εἴποιμεν περιττὸν ἢ ἄρτιον εἶναι οὐδὲ τὸν λίθον νοσεῖν ἡ ὑγιαίνειν, ἐπειδὴ οὔτε πέφυκε τὴν ἀρχὴν τούτων δεκτικὰ εἶναι. τὸ δὲ ὧν κατηγορεῖται θάτερον αὐτῶν ὑπάρχειν ἀεὶ διὰ τὰ ἄμεσα ἐναντία, ὡς καὶ αὐτός φησιν ἐπὶ νόσου καὶ ὑγείας καὶ ἀρτίου καὶ περιττοῦ· ἀνάγκη γὰρ πάντα ἀριθμὸν ἢ ἄρτιον εἶναι ἢ περιττὸν καὶ πᾶν σῶμα ἢ νοσεῖν ἢ ὑγιαίνειν τὸ τούτων δεκτικόν.
[362]“
Οὔτε γὰρ λευκὸν ἢ μέλαν ἀνάγκη πᾶν εἶναι τὸ δεκτικόν.
”
Οὐ γὰρ ἀνάγκη τὸ σῶμα ἢ λευκὸν εἶναι ἢ μέλαν (δύναται γὰρ καὶ φαιὸν εἶναι) οὔτε ψυχρὸν ἢ θερμόν (δύναται γὰρ χλιαρὸν εἶναι), εἰ μὴ ἄρα ἓν αὐτῶν ἐξ ἀνάγκης ὑπάρχει τῷ ὑποκειμένῳ ὡς τῇ χιόνι τὸ [363] [99.1] λευκὸν καὶ τῷ πυρὶ τὸ θερμὸν καὶ αὐτῇ τῇ | ἐπινοίᾳ, ἐπειδὴ ὥσπερ [364] συνουσίωται αὐτῷ ἡ θερμότης, ὥσπερ καὶ τῇ χιόνι ἡ ψυχρότης ἢ ἡ λευκότης.
[365]“
Ἐπὶ δὲ τῆς στερήσεως καὶ τῆς.
” [99.5]
Παραδεδωκὼς τοὺς τρόπους τῆς τῶν ἐναντίων ἀντιθέσεως νῦν δεί- κνυσιν ὅτι κατ’ οὐδένα τῶν εἰρημένων τρόπων δύναται ἡ αὐτὴ εἶναι τῶν ἐναντίων ἀντίθεσις τῇ κατὰ στέρησιν καὶ ἕξιν· ἐπὶ γὰρ τῶν ἀμέσων ἐναντίων ἐξ ἀνάγκης τὸ ἕτερον ὑπάρχει τῷ ὑποκειμένῳ, ἐπὶ δὲ τῶν κατὰ στέρησιν καὶ ἕξιν οὐκ ἐξ ἀνάγκης τὸ ἕτερον πάρεστιν ἀεὶ τῷ ὑποκειμένῳ· ὥστε οὐκ ἔστιν ἡ τῶν ἀμέσων ἐναντίων ἀντίθεσις ἡ αὐτὴ τῇ κατὰ στέρησιν καὶ ἕξιν, ἀλλ’ οὐδὲ τῇ ἀνὰ μέσον.
[366]“
Οὐδὲ γὰρ ἀεὶ τῷ δεκτικῷ.
”
Πρῶτον νῦν διακρίνει τὰ κατὰ στέρησιν καὶ ἕξιν τῶν ἀμέσων ἐναντίων λέγων ὅτι τούτων τὸ ἓν ἐξ ἀνάγκης πάρεστι τῷ ὑποκειμένῳ· ἀνάγκη γὰρ πάντα ἀριθμὸν ἢ περιττὸν εἶναι ἢ ἄρτιον, οὐκ ἐξ ἀνάγκης δὲ πᾶν σῶμα τυφλὸν ἢ ὄψιν ἔχον ῥηθήσεται· οὐ γὰρ δήπου καὶ ὁ λίθος ἢ ἁπλῶς τὰ μὴ δεκτικά.
[367]“
Ἀλλ’ οὐδὲ ὧν τί ἐστιν ἀνὰ μέσον.
”
Νῦν τῶν ἐμμέσων ἐναντίων αὐτὰ διακρίνει λέγων τούτων οὐκ ἐξ ἀνάγκης τὸ ἕτερον παρεῖναι τῷ ὑποκειμένῳ· οὐ γὰρ ἀνάγκη πᾶν σῶμα λευκὸν εἶναι ἢ μέλαν, τῶν δὲ γινομένων κατὰ στέρησιν καὶ ἕξιν ἐξ ἀνάγκης τὸ ἓν παρεῖναι τῷ δεκτικῷ. τὸ δὲ παντὶ προσέθηκεν, ἐπειδὴ εἰσί τινα τῶν ἐμμέσων ἐναντίων, ὧν τὸ ἕτερον ἐξ ἀνάγκης πάρεστι τῷ ὑποκειμένω, ὡς ἡ ἐν τῷ πυρὶ θερμότης, ἀλλ’ ὅμως καὶ τούτων δείκνυσι πρὸς τὰ κατὰ στέρησιν καὶ ἔξιν τὴν διαφορὰν τῷ τούτων μὲν ἐξ ἀνάγκης ἀφωρισμένως τὸ ἕτερον παρεῖναι τῷ ὑποκειμένῳ (τοῦ γὰρ θερμοῦ καὶ ψυχροῦ ἐμμέσων ὄντων ἐναντίων ἀφωρισμένως ἡ θερμότης ὑπάρχει τῷ πυρὶ καὶ οὐκ ἄν ποτε ἕτερον αὐτῶν), τῶν δὲ κατὰ στέρησιν καὶ ἕξιν μὴ [368] [100.1] ὁμοίως· οὐ γὰρ ἀνάγκη ἀφωρισμένως τῷ δεκτικῷ τὴν ὄψιν παρεῖναι ⟨ἢ⟩ τὴν τυφλότητα, ἀλλ᾿ ὁπότερον ἂν ἔτυχεν.
[369]“
Ἔτι ἐπὶ μὲν τῶν ἐναντίων. |
”
Διελὼν τὰ ἐναντία εἴς τε τὰ ἔμμεσα καὶ τὰ ἄμεσα καὶ παραβαλὼν [370] [100.5] ἑκατέροις τὰ πρός τι νῦν αὐτὰ καὶ καθολικῷ λόγῳ διακρίνει λέγων ὅτι τὰ ἐναντία πάντα μεταβάλλει εἰς ἄλληλα, εἰ μὴ τῷ ὑποκειμένῳ τὸ ἓν φύσει καὶ κατ’ οὐσίαν ὑπάρχει, τὰ δὲ κατὰ στέρησιν καὶ ἕξιν οὐ μεταβάλλει εἰς ἄλληλα· | ἀπὸ μὲν γὰρ ἕξεως εἰς στέρησιν, φησί, γίνεται [371] μεταβολή, ἀπὸ δὲ τῆς στερήσεως εἰς ἕξιν ἀδύνατον. τί δέ ἐστιν εἴπερ μὴ χρόνῳ ἐξείργηται ὁ ἑαυτὸν εἰς τὴν ἐναντίαν ἕξιν ἀποκαθιστῶν; τοῦτ’ ἔστιν ἱεῖ μὴ γέρων ὢν φιλοσοφεῖν ἄρξηται’· τηνικαῦτα γὰρ ὁ χρόνος ἐξείργει τὴν ἐπίδοσιν ἄχρι τοῦ ἐναντίου προβῆναι.
[372]“
Ὅσα δὲ ὡς κατάφασις.
”
Διακρίνας τὰς τρεῖς ἀντιθέσεις ἀπ’ ἀλλήλων νῦν τὴν λοιπὴν πρὸς τὰς τρεῖς παραβάλλει καὶ ἑνὶ λόγῳ αὐτὴν διακρίνει λέγων· ἐπὶ μόνων γὰρ τούτων ἀναγκαῖον ἀεὶ τὸ μὲν ἀληθὲς τὸ δὲ ψεῦδος αὐτῶν εἶναι· τοῦτο γὰρ ἴδιον καταφάσεως καὶ ἀποφάσεως τὸ ἐπὶ παντὸς πράγματος διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ὡς διδάξει ἐν τῷ Περὶ ἑρμηνείας· ἐὰν γὰρ εἴπω ‘Σωκράτης κάθηται—Σωκράτης οὐ κάθηται’, ἀνάγκη τὸ μὲν ἀληθὲς εἶναι τὸ δὲ ψεῦδος, καὶ ἐπὶ πάντων δὲ τῶν κατὰ κατάφασιν καὶ ἀπόφασιν ὁμοίως.
[373]“
Ὅλως δὲ τῶν κατὰ μηδεμίαν συμπλοκήν.
”
Τὰ κατὰ μηδεμίαν συμπλοκὴν λεγόμενα οὔτε ἀληθὲς οὔτε ψεῦδος δηλοῖ, τὰ δὲ πρός τι καὶ τὰ ἐναντία καὶ τὰ κατὰ στέρησιν καὶ ἕξιν ἄνευ [374] [101.1] συμπλοκῆς λέγεται· ταῦτα ἄρα οὔτε ἀληθὲς οὔτε ψεὐδος δηλοῖ· ὥστε οὐκ εἰσὶ τὰ αὐτὰ τοῖς κατὰ κατάφασιν καὶ ὰπόφασιν λεγομένοις.
[375]“
Οὐ μὴν ἀλλὰ μάλιστα.
”
Ἔνστασίν τινα λύει καί φησιν ὅτι δόξειε μᾶλλον ἐπὶ τῶν ἐναντίων τῶν μὴ ἄνευ συμπλοκῆς λεγομένων τὸ μὲν ἀληθὲς εἶναι τὸ δὲ ψεῦδος. οὐκ ἔχει δὲ οὕτω. τοῦτο δὲ λύει κατά τε ἔνστασιν καὶ ἀντιπαράστασιν, ὅτι πρῶτον μὲν οὐ πάντως διαιροῦσι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος· εἰ γάρ τις εἴποι ‘Σωκράτης ὑγιαίνει — Σωκράτης νοσεῖ ’, εἰ μὲν ὑπάρχει ὁ Σωκράτης, διαιροῦσιν, εἰ δ’ οὐχ ὑπάρχει, συμψεύδονται καὶ ἡ λέγουσα ὑγιαίνειν καὶ ἡ λέγουσα νοσεῖν τὸν μὴ ὄντα. εἰ δέ γε διαιροῦσι, τότε ὡς κατάφασις καὶ ἀπόφασις· τοῦτο γὰρ σημαίνει τὸ λεγόμενον· ἴσμεν γὰρ ὅτι κατάφασις καὶ ἀπόφασις τῶν ἀντικειμένων ἐν λόγοις οὕτως ἀντίκεινται. ὥστε οὐ πάντως διαιροῦσιν, ὅπερ ἴδιον καταφάσεως καὶ ἀποφάσεως.