Pular para o conteúdo

Χαρακτῆρες

Theophrastus · Capítulo 15

Capítulo 15

[15.1] ἡ δὲ αὐθάδειά ἐστιν ἀπήνεια ὁμιλίας ἐν λόγοις, ὁ δὲ αὐθάδης τοιοῦτός τις,

[15.2] οἷος ἐρωτηθείς· “ὁ δεῖνα ποῦ ἐστιν;” εἰπεῖν· “πράγματά μοι μὴ πάρεχε”·

[15.3] καὶ προσαγορευθεὶς μὴ ἀντιπροσειπεῖν.

[15.4] ⟨καὶ⟩ πωλῶν τι μὴ λέγειν τοῖς ὠνουμένοις, πόσου ἂν ἀποδοῖτο, ἀλλʼ ἐρωτᾶν, τί εὑρίσκει.

[15.5] καὶ τοῖς τιμῶσι καὶ πέμπουσιν εἰς τὰς ἑορτὰς εἰπεῖν, ὅτι οὐκ ἂν γένοιτο διδόμενα·

[15.6] καὶ οὐκ ἔχειν συγγνώμην οὔτε τῷ ἀπώσαντι αὐτὸν ἀκουσίως [οὔτε τῷ ὤσαντι] οὔτε τῷ ἐμβάντι.

[15.7] καὶ φίλῳ δὲ ἔρανον κελεύσαντι εἰσενεγκεῖν εἰπών, ὅτι οὐκ ἂν δοίη, ὕστερον ἥκειν φέρων καὶ λέγειν, ὅτι ἀπόλλυσι καὶ τοῦτο τὸ ἀργύριον.

[15.8] καὶ προσπταίσας ἐν τῇ ὁδῷ δεινὸς καταράσασθαι τῷ λίθῳ·

[15.9] καὶ [ἀναμεῖναι] οὐκ ἂν ὑπομεῖναι πολὺν χρόνον οὐθένα.

[15.10] καὶ οὔτε ᾆσαι οὔτε ῥῆσιν εἰπεῖν οὔτε ὀρχήσασθαι ἂν ἠθέλησε.

[15.11] δεινὸς δὲ καὶ τοῖς θεοῖς μὴ ἐπεύχεσθαι.