Capítulo 14
[14.1] ἔστι δὲ ἡ ἀναισθησία, ὡς ὅρῳ εἰπεῖν, βραδυτὴς ψυχῆς ἐν λόγοις καὶ πράξεσιν,
[14.2] ὁ δὲ ἀναίσθητος τοιοῦτός τις, οἷος λογισάμενος ταῖς ψήφοις καὶ κεφάλαιον ποιήσας ἐρωτᾶν τὸν παρακαθήμενον· “τί γίγνεται”;
[14.3] καὶ δίκην φεύγων καὶ ταύτην εἰσιέναι μέλλων ἐπιλαθόμενος εἰς ἀγρὸν πορεύεσθαι.
[14.4] καὶ θεωρῶν ἐν τῷ θεάτρῳ μόνος καταλείπεσθαι καθεύδων. καὶ πολλὰ φαγών,
[14.5] τῆς νυκτὸς ⟨ἀναστὰς⟩ ὡς ἐπὶ θάκου ὑπὸ κυνὸς τῆς τοῦ γείτονος δηχθῆναι.
[14.6] καὶ λαβών ⟨τι⟩ καὶ ἀποθεὶς αὐτός, τοῦτο ζητεῖν καὶ μὴ δύνασθαι εὑρεῖν.
[14.7] καὶ ἀπαγγέλλοντος αὐτῷ, ὅτι τετελεύτηκέ τις αὐτοῦ τῶν φίλων, ἵνα παραγένηται, σκυθρωπάσας καὶ δακρύσας εἰπεῖν· “ἀγαθῇ τύχῃ.”
[14.8] δεινὸς δὲ καὶ ἀπολαμβάνων ἀργύριον ὀφειλόμενον μάρτυρας παραλαβεῖν.
[14.9] καὶ χειμῶνος ὄντος μάχεσθαι τῷ παιδί, ὅτι σικύους οὐκ ἠγόρασεν.
[14.10] καὶ τὰ παιδία ἑαυτοῦ παλαίειν ἀναγκάζων καὶ τροχάζειν [καὶ] εἰς κόπον ἐμβαλεῖν.
[14.11] καὶ ἐν ἀγρῷ αὐτὸς φακῆν ἕψων δὶς ἅλας εἰς τὴν χύτραν ἐμβαλὼν ἄβρωτον ποιῆσαι.
[14.12] καὶ ὕοντος τοῦ Διὸς εἰπεῖν· “ἡδύ γε τῶν ἄστρων νομίζει,” ὅτι δὴ καὶ οἱ ἄλλοι λέγουσι πίσσης.
[14.13] καὶ λέγοντός τινος· “πόσους οἴει κατὰ τὰς Ἱερὰς πύλας ἐξενηνέχθαι νεκρούς;” πρὸς τοῦτον εἰπεῖν· “ὅσοι ἐμοὶ καὶ σοὶ γένοιντο.”