Pular para o conteúdo

Περὶ φυτῶν ἱστορίας

Teofrasto · Capítulo 18

Capítulo 18

[9.18.1] XVIII. Αἱ δὲ ῥίζαι καὶ τὰ ὑλήματα, καθάπερ εἴρηται, πολλὰς ἔχουσι δυνάμεις οὐ πρὸς τὰ ἔμψυχα σώματα μόνον ἀλλὰ καὶ πρὸς τὰ ἄψυχα. λέγουσι γὰρ ἄκανθάν τινα εἶναι ἢ πήγνυσι τὸ ὕδωρ ἐμβαλλομένη· πηγνύναι δὲ καὶ τὴν τῆς ἀλθαίας ῥίζαν, ἐάν τις τρίψας ἐμβάλῃ καὶ θῇ ὑπαίθριον· ἔχει δὲ ἡ ἀλθαία φύλλον μὲν ὅμοιον τῇ μαλάχῃ πλὴν μεῖζον καὶ δασύτερον, τοὺς δὲ καυλοὺς μαλακούς, ἄνθος δὲ μήλινον, καρπὸν δ᾿ ὅμοιον τῇ μαλάχῃ. ῥίζαν δὲ ἰνώδη λευκὴν τῇ γεύσει δὲ ὥσπερ τῆς μαλάχης ὁ καυλός· χρῶνται δὲ αὐτῇ πρός τε τὰ ῥήγματα καὶ τὰς βῆχας ἐν οἴνῳ γλυκεῖ καὶ ἐπὶ τὰ ἕλκη ἐν ἐλαίῳ.

[9.18.2] Ἑτέραν δέ τινα συνεψομένην τοῖς κρέασι συνάπτειν εἰς ταὐτὸ καὶ οἶον πηγνύναι· τὰς δὲ καὶ ἕλκειν, ὥσπερ ἡ λίθος καὶ τὸ ἤλεκτρον. καὶ ταῦτα μὲν ἐν τοῖς ἀψύχοις.

Τὸ δὲ θηλύφονον, οἱ δὲ σκορπίον καλοῦσι διὰ τὸ τὴν ῥίζαν ὁμοίαν ἔχειν τῷ σκορπίῳ, ἐπιξυόμενον [1201] [1202] [1203] ἀποκτείνει τὸν σκορπίον· ἐὰν δέ τις ἐλλέβορον λευκὸν καταπάσῃ, πάλιν ἀνίστασθαί φασιν· ἀπόλλυσι δὲ καὶ βοῦς καὶ πρόβατα καὶ ὑποζύγια καὶ ἀπλῶς πᾶν τετράπουν ἐὰν εἰς τὰ αἰδοῖα τεθῇ ἡ ῥίζα ἡ τὰ φύλλα αὐθήμερον· χρήσιμον δὲ πρὸς σκορπίου πληγὴν πινόμενον. ἔχει δὲ τὸ μὲν φύλλον ὅμοιον κυκλαμίνῳ τὴν δὲ ῥίζαν, ὥσπερ ἐλέχθη, σκορπίῳ. φύεται δὲ ὥσπερ ἡ ἄγρωστις καὶ γόνατα ἔχει· φιλεῖ δὲ χωρία σκιώδη. εἰ δὲ ἀληθῆ τὰ περὶ τὸν σκορπίον ἤδη καὶ τἆλλα, οὐκ ἀπίθανα τὰ τοιαῦτα. καὶ τὰ μυθώδη δὲ οὐκ ἀλόγως συγκεῖται.

[9.18.3] ἐν δὲ τοῖς ἡμετέροις σώμασι χωρὶς τῶν πρὸς ὑγείαν καὶ νόσον καὶ θάνατον καὶ πρὸς ἄλλα δυνάμεις ἔχειν φασὶν οὐ μόνον τῶν σωματικῶν ἀλλὰ καὶ τῶν τῆς ψυχῆς […].