Pular para o conteúdo

Περὶ φυτῶν ἱστορίας

Teofrasto · Capítulo 17

Capítulo 17

[9.17.1] XVII. Ἀπάντων δὲ τῶν φαρμάκων αἱ δυνάμεις ἀσθενέστεραι τοῖς συνειθισμένοις τοῖς δὲ καὶ ἀνενεργεῖς τὸ ὅλον. ἔνιοι γὰρ ἐλλέβορον ἐσθίοντες πολὺν ὥστε ἀναλίσκειν δέσμας ὅλας οὐδὲν πάσχουσιν· ὅπερ ἐποίει καὶ Θρασύας δεινότατος ὢν ὡς ἐδόκει περὶ τὰς ῥίζας. ποιοῦσι δὲ τοῦθ᾿ ὡς ἔοικε καὶ τῶν νομέων τινές· δι᾿ ὃ καὶ πρὸς τὸν φαρμακοπώλην τὸν θαυμαζόμενον ὡς κατήσθιε ῥίζαν μίαν ἢ δύο παραγενόμενος ὁ ποιμὴν καὶ ἀναλώσας ὅλην τὴν δέσμην ἐποίησεν ἀδόκιμον· ἐλέγετο δ᾿ ὅτι καθ᾿ ἑκάστην ἡμέραν τοῦτο ποιεῖ καὶ αὐτὸς καὶ ἕτεροι.

[9.17.2] Κινδυνεύει γὰρ ἔνια τῶν φαρμάκων τῇ ἀσυνηθείᾳ φάρμακα γίνεσθαι, τάχα δὲ ἀληθέστερον [1198] [1199] εἰπεῖν ὡς τῇ συνηθείᾳ οὐ φάρμακα· προσδεξαμένης γὰρ τῆς φύσεως καὶ κατακρατούσης οὐκέτι φάρμακα, καθάπερ καὶ Θρασ ύας ἔλεγεν· ἐκεῖνος γὰρ ἔφη τὸ αὐτὸ τοῖς μὲν φάρμακον εἶναι τοῖς δ᾿ οὐ φάρμακον, διαιρῶν τὰς φύσεις ἑκάστων· ᾤετο γὰρ δεῖν καὶ ἦν δεινὸς διαγνῶναι. ποιεῖ δέ τι δῆλον ὅτι πρὸς τῇ φύσει καὶ τὸ ἔθος. Εὔδημος γοῦν ὁ φαρμακοπώλης εὐδοκιμῶν σφόδρα κατὰ τὴν τέχνην συνθέμενος μηδὲν πείσεσθαι πρὸ ἡλίου δύναντος κατέφαγε μέτριον πάνυ καὶ οὐ κατέσχεν οὐδ᾿ ἐκράτησεν.

[9.17.3] ὁ δὲ Χῖος Εὔδημος πίνων ἐλλέβορον οὐκ ἐκαθαίρετο. καί ποτε ἔφη πιεῖν ἐν μιᾷ ἡμέρᾳ δύο καὶ εἴκοσι πόσεις ἐν τῇ ἀγορᾷ καθήμενος ἐπὶ τῶν σκευῶν καὶ οὐκ ἐξαναστῆναι πρὸ τοῦ δείλην γενέσθαι· τότε δ᾿ ἐλθὼν καὶ λούσασθαι καὶ δειπνεῖν ὥσπερ εἰώθει καὶ οὐκ ἐξεμέσαι· πλὴν οὗτός γε βοήθειάν τινα παρασκευασάμενος κατέσχε· κίσσηριν γὰρ ἐπιπάττων ἐπ᾿ ὄξος δριμὺ πιεῖν ἔφη μετὰ τὴν ἑβδόμην πόσιν. καὶ πάλιν ὕστερον ἐν οἴνῳ τὸν αὐτὸν τρόπον· τὴν δὲ τῆς κισσήριδος οὕτως ἰσχυρὰν εἶναι δύναμιν ὥστ᾿ ἐάν τις εἰς πίθον ζέοντα ⟨οἴνου⟩ ἐμβάλῃ παύειν τὴν ζέσιν οὐ παραχρῆμα μόνον ἀλλὰ καὶ ὅλως καταξηραίνουσάν τε δῆλον ὅτι καὶ ἀναδεχομένην τὸ πνεῦμα καὶ τοῦτο διιεῖσαν. οὗτος μὲν οὖν τό γε πλῆθος ταύτῃ τῇ βοηθείᾳ κατέσχεν.

[9.17.4] Ὅτι δὲ καὶ τὸ ἔθος ἰσχυρὸν φανερὸν ἐκ πολλῶν· [1200] ἐπεὶ καὶ τὸ ἀψίνθιον τὰ μὲν ἐνταῦθα πρόβατα οὔ φασί τινες νέμεσθαι, τὰ δ᾿ ἐν τῷ Πόντῳ νέμεται καὶ γίνεται πιότερα καὶ καλλίω καί, ὡς δή τινες λέγουσιν, οὐκ ἔχοντα χολήν. ἀλλὰ γὰρ ταῦτα μὲν ἑτέρας ἄν τινος εἴη θεωρίας.