Pular para o conteúdo

Πυρρώνειοι ὑποτυπώσεις

Sexto Empírico · Capítulo 22. κβ′ περὶ τοῦ ‘ἐπέχω’

Capítulo 22. κβ′ περὶ τοῦ ‘ἐπέχω’

[1.22.196] Τὸ δὲ ‘ἐπέχω’ παραλαμβάνομεν ἀντὶ τοῦ ‘οὐκ ἔχω εἰπεῖν τίνι χρὴ τῶν προκειμένων πιστεῦσαι ἢ τίνι ἀπιστῆσατ’, δηλοῦντες ὅτι ἴσα ἡμῖν φαίνεται τὰ πράγματα πρὸς πίστιν καὶ ἀπιστίαν. καὶ εἰ μὲν ἴσα ἐστίν, οὐ διαβεβαιούμεθα· φαινόμενον τὸ δὲ φαινόμενον ἡμῖν περὶ αὐτῶν, ὅτε ἡμῖν ὑποπίπτει, πίπτει, λέγομεν. καὶ ἡ ἐποχὴ δὲ εἴρηται ἀπὸ τοῦ ἐπέχεσθαι τὴν διάνοιαν ὧς μήτε τιθέναι τι μήτε ἀναιρεῖν διὰ τὴν ἰσοσθένειαν τῶν ζητουμένων.