Pular para o conteúdo

Πυρρώνειοι ὑποτυπώσεις

Sexto Empírico · Capítulo 21. κα′ περὶ τοῦ ‘τάχα᾿ · καὶ τοῦ ‘ἔξεστι᾿ · καὶ τοῦ ‘ἐνδέχεται᾿

Capítulo 21. κα′ περὶ τοῦ ‘τάχα᾿ · καὶ τοῦ ‘ἔξεστι᾿ · καὶ τοῦ ‘ἐνδέχεται᾿

[1.21.194] Τὸ δὲ ‘τάχα’ καὶ ‘οὐ τάχα καὶ ‘ἔξεστι’ καὶ ‘οὐκ ἔξεστι᾿ καὶ ‘ἐνδέχεται’ καὶ ‘οὐκ ἐνδέχεται’ παραλαμβάνομεν ἀντὶ τοῦ ‘τάχα μὲν ἔστιν τάχα δ’ οὐκ ἔστιν’ καὶ, ἔξεστι μὲν εἶναι ἔξεστι δὲ μὴ εἶναι’ καὶ ‘ἐνδέχεται μὲν εἶναι ἐνδέχεται δὲ μὴ εἶναι’ ὡς παραλαμβάνειν ἡμᾶς συντομίας χάριν τὸ ‘μὴ ἐξεῖναι’ ἀντὶ τοῦ ‘ἐξεῖναι μὴ εἶναι᾿ καὶ τὸ ‘μὴ ἐνδέχεσθαι᾿ ἀντὶ τοῦ ‘ἐνδέχεσθαι μὴ εἶναι’ καὶ τὸ ‘οὐ τάχα ἀντὶ ‘τοῦ τάχα μὴ εἶναι’.

[1.21.195] πάλιν δὲ ἐνταῦθα οὐ φωνομαχοῦμεν, οὐδὲ εἰ φύσει ταῦτα δηλοῦσιν αἱ φωναί, ζητοῦμεν, ἀλλ’ ἀδιαφόρως αὐτάς, ὡς εἶπον, παραλαμβάνομεν. ὅτι μέντοι αὗται αἱ φωναὶ ἀφασίας εἰσὶ δηλωτικαί, πρόδηλον, οἶμαι. ὁ γοῦν λέγων ‘τάχα ἔστιν’ δυνάμει τίθησι καὶ τὸ μάχεσθαι δοκοῦν αὐτῷ, τὸ ‘τάχα μὴ εἶναι’. τῷ μὴ διαβεβαιοῦσθαι περὶ τοῦ εἶναι αὐτό. ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἔχει.

[71]