Pular para o conteúdo

Salmos

Capítulo 99

Capítulo 99

1 Ἀλαλάξατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ,

2 δουλεύσατε τῷ κυρίῳ ἐν εὐφροσύνῃ,
εἰσέλθατε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει.

3 γνῶτε ὅτι Κύριος, αὐτός ἐστιν ὁ θεός·
αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς,
λαὸς αὐτοῦ καὶ πρόβατα τῆς νομῆς αὐτοῦ.

4 εἰσέλθατε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει,
τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις·
ἐξομολογεῖσθε αὐτῷ,
αἰνεῖτε τὸ ὄνομα αὐτοῦ,

5 ὅτι χρηστὸς Κύριος,
εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἡ ἀλήθεια αὐτοῦ.