Capítulo 100
1 Ἔλεος καὶ κρίσιν ἄσομαί σοι, Κύριε·
2 ψαλῶ καὶ συνήσω ἐν ᾠδῇ ἀμώμῳ· πότε ἥξεις πρὸς μέ;
διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου.
3 οὐ προεθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον,
ποιοῦντας παραβάσεις ἐμίσησα·
οὐκ ἐκολλήθη μοι καρδία σκαμβή,
4 ἐκκλίνοντος ἀπʼ ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον.
5 τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον
ἐξεδίωκον·
ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ
συνήσθιον.
6 οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς.
τοῦ συνκαθῆσθαι αὐτοὺς μετʼ ἐμοῦ·
πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει.
7 οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν·
λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐναντίον τῶν ὀφθαλμῶν μου.
8 εἰς τὰς πρωίας ἀπέκτεννον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς,
τοῦ ἐξολεθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους
τὴν ἀδικίαν.