Capítulo 92
1 Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο·
ἐυεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο,
καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται
2 ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε·
ἀπὸ τοῦ αἰῶνος σὺ εἶ
3 ἐπῆραν οἱ ποταμοί, Κύριε,
ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν.
4 ἀπὸ φωνῶν ὑδάτων πολλῶυ θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς
θαλάσσης·
θαυμαστὸς ἐν ὑψηλοῖς ὁ κύριος.
5 τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα·
τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.