Capítulo 91
1 ψαλμὸς ᾠδῆς, εὶς τὴς ἠμέραν τοῦ ασββάτον.
2 Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί
σου, Ὕψιστε·
3 τοῦ ἀναγγέλλειν τὸ πρωὶ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν
σου κατὰ νύκτα,
4 ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετʼ ᾠδῆς ἐν κιθάρᾳ·
5 ὅτι εὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου,
καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι.
6 ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε,
σφόδρα ἐβαρύνθησαν οἱ διαλογισμοί σου.
7 ἀνὴρ ἄφρων οὐ γνώσεται,
καὶ ἀσύνετος οὐ συνήσει ταῦτα.
8 ἐν τῷ ἀνατεῖλαι τοὺς ἁμαρτωλοὺς ὡς χόρτον, καὶ διέκυψαν
πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,
ὅπως ἂν ἐξολεθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
9 σὺ δὲ Ὕψιστος εἰς τὸν αἰῶνα, Κύριε.
10 ὅτὶ ἰδοὺ οἱ ἐχθροί σου ἀπολοῦνται,
καὶ διασκορπισθήσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνο-
μίαν.
11 καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου.
καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι·
12 καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου.
καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπʼ ἐμέ
πονηρευομένοις εἰσακούσεται τὸ οὖς μου.
13 δίκαιος ὡς φοίνιξ ἀνθήσει,
ὡς ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
14 πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου
ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ ἡμῶν ἐξανθήσουσιν·
15 γότε πληθυνθήσονται ἐν γήρει πίονι,
καὶ εὐπαθοῦντες ἔσονται·
τοῦ ἀναγγεῖλαι ὅτι εὐθὴς Κύριος ὁ θεός μου.
καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.