Capítulo 46
1 Εἰς τὸ τέλος· ὑπερ τῶν υἱῶν Κόρε ψαλμός.
2 ΙΙάντα τὰ ἔθνη κροτήσατε χεῖρας.
ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.
3 ὅτι Κύριος Ὕψιστος φοβερός.
βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.
4 ὑπέταξεν λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν·
5 ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ,
τὴν καλλονὴν Ἰακὼβ ἣν ἠγάπησεν. διάψαλμα.
6 ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῷ,
Κύριος ἐν φωνῇ σάλπιγγος.
7 ψάλατε τῷ θεῷ ἡμῶν, ψάλατε·
ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε·
8 ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ θεός,
ψάλατε συνετῶς.
9 ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη,
ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ.
10 ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Ἀβραάμ,
ὅτι τοῦ θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.