Pular para o conteúdo

Salmos

Capítulo 45

Capítulo 45

1 Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κόρε, ὑπὲρ τῶν
κρυφίων ψαλμός.

2 Ὁ θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις.
βοηθὸς ἐν θλίψεσιν ταῖς εὑρούσαις ἡμᾶς σφόδρα.

3 διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν
καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν.

4 ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν,
ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ. διάψαλμα.

5 τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσιν τὴν πόλιν τοῦ θεοῦ·
ἡγίασεν τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος.

6 ὁ θεὸς ἐν μέσῳ αὐτῆς, οὐ σαλευθήσεται
βοηθήσει αὐτῇ ὁ θεὸς τῷ προσώπῳ.

7 ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι·
ἔδωκεν φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ.

8 Κύριος τῶν δυνάμεων μεθʼ ἡμῶν,
ἀντιλήμπτωρ ἡμῶν ὁ θεὸς Ἰακώβ. διάψαλμα.

9 δεῦτε, ἴδετε τὰ ἔργα Κυρίου,
ἂ ἔθετο τέρατα ἐπὶ τῆς γῆς·

10 ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς.
τόξον συντρίψει καὶ συνκλάσει ὅπλον,
καὶ θυρεοὺς κατακαύσει ἐν πυρί.

11 σχολάσατε, καὶ γνῶτε ὅτι ἐγὼ εἰμι ὁ θεός·
ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ.

12 Κύριος τῶν δυνάμεων μεθʼ ἡμῶν,
ἀντιλήμπτωρ ἡμῶν ὁ θεὸς Ἰακώβ.