Pular para o conteúdo

Salmos

Capítulo 4

Capítulo 4

1 Εἰς τὸ τέλος, ἐν ψαλμοῖς· ᾠδὴ τῷ Δαυείδ.

2 Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέν μου ὁ θεὸς τῆς δικαιοσύνης
μου,
ἐν θλίψει ἐπλάτυνάς μοι·
οἰκτείρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου.

3 υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι ;
ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος ; διἁψαλμα.

4 καὶ γνῶτε ὅτι ἐθαυμάστωσεν Κύριος τὸν ὅσιον αὐτοῦ·
Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.

5 ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε·
ἃ λέγετε ἐν καρδία, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε.
διάψαλμα.

6 θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον.

7 πολλοὶ λέγουσιν Τίς δείξει ἡμῖν τὰ ἀγαθά ;
ἐσημειώθη ἐφʼ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε·

8 ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου,
ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν.

9 ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω·
ὅτι σύ, Κύριε, κατὰ μόνας ἐπὶ ἐλπίδι κσυῴκισάς με.