Pular para o conteúdo

Salmos

Capítulo 3

Capítulo 3

1 Ψαλμὸς τῷ Δαυείδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ
προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ.

2 Κύριε, τί ἐπληθύνθησαν οἱ θλἰβοντές με ;
πολλοὶ ἐπανίστανται ἐπʼ ἐμέ·

3 πολλοὶ λέγουσιν τῇ ψυχῇ μου
Οὐκ ἔστιν σωτηρία ἐν τῷ θεῷ αὐτοῦ. διάψαλμα.

4 σὺ δέ, Κύριε, ἀντιλήμπτωρ μου εἶ,
δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.

5 φωνῇ μου πρὸς Κύριον ἐκέκραξα,
καὶ ἐπήκουσέν μου ἐξ ὄρους ἁγίου αὐτοῦ. διάψαλμα.

6 ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα·
ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήμψεταί μου.

7 οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ
τῶν κύκλῳ ἐπιτιθεμένων μοι.

8 ἀνάστα, Κύριε, σῶσόν με ὁ θεός μου·
ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως
ὀδόντας ἁμαρτωλῶν συνέτριψας.

9 τοῦ κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.