Capítulo 141
1 Συνέσεως τῷ Δαυεὶδ ἐν τῷ εἶναι αὺτὸν ἐν τῷ
2 Φμνῇ μου πρὸς Κύριον ἐκέκραξα,
φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
3 ἐκχεῶ ἐναντίον αὐτοῦ τὴν δέησίν μου,
τὴν θλίψια μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
4 ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς
τρίβους μου·
ἐν ὁδῷ ταύτῃ ᾗ ἐπορευόμην ἔκρυψάν μοι παγίδα.
5 κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον,
ὅτι οὐκ ἦν ὁ ἐπιγινώσκων με·
ἀπώλετο φυγὴ ἀπʼ ἐμοῦ,
καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μοσ.
6 πρὸς σέ, Κύρω, ἐκέκραξα, καὶ εἶπα Σὺ εἶ ἡ ἐλπίς μου,
μερίς μου ἐν γῇ ζώντων.
7 πρόσχες πρὸς τὴν δέησίν μου,
ὅτι ἐταπεινώθην σφόδρα·
ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με,
ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
8 ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήτ μου.
τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου, Κύριε·
ἐμὲ ὑτνομενοῦσιν δίκαιοι ἕως οὗ ἀνταποδῷς μοι.