Capítulo 140
1 Κύριε, πρὸς σέ ἐκέκραξα, εἰσάκουσόν μου·
πρόσχες τῇ φωνῇ τῆς δεήσεως μου
ἐν τῷ κεκραγέναι με πρὸς σέ.
2 κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου,
ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινῄ.
3 θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου,
καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
4 μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας,
τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις,
σὺν ἀνθρώποις ἐργαζομένοις ἀνομίαν,
καὶ οὐ μὴ συνδοιάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
5 παιδεύσει με δίκαιος ἑν ἐλέει καὶ ἐλέγξει με,
ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου·
ὅτι ἔτι καὶ ἔτι ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν.
6 κατεπόθησαν ἐχόμενα πέτρας οἱ κραταιοὶ αὐτῶν·
ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἠδυνήσησαν.
7 ὡσεὶ πάχος γῆς διερράγη ἐπὶ τῆς γῆς,
διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην.
8 ὅτι πρὸς σέ, Κύριε κύριε, οἱ ὀφθαλμοί μου,
ἐπὶ σὲ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου·
9 φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι,
καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
10 πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτοῦ ἁμαρτωλοί·
κατὰ μόνας εἰμὶ ἐγὼ ἕως οὗ ἂν παρέλθω.