Capítulo 115
1 Ἐπίστευσα, διὸ ἐλάλησα·
ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.
2 ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου
Πᾶς ἄνθρωπος ψεύστης.
3 τί ἀνταποδώσω τῷ κυρίῳ
περὶ ὧν ἀνταπέδωκέν μοι;
4 ποτήριον σωτηρίου λήμψομαι,
καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.
5 τίμιος ἐναντίον Κυρίου
ὁ θάυατος τῶν ὁσίων αὐτοῦ.
7 ὦ Κύριε. ἐγὼ δοῦλος σός.
ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου·
διέρρηξας τοὺς δεσμούς μου.
8 σοὶ θύσω θυσίαν αἰνέσεως·
9 τὰς εὐχάς μου ἀποδώσω τῷ κυρίῳ
ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ,
10 ἐν αὐλαῖς οἴκου Κυρίου,
ἐν μέσῳ σου, Ἰερουσαλήμ.