Capítulo 114
1 Ἠγάπησα ὅτι εἰσακούσεται ὁ θεὸς
τῆς φωνῆς τῆς δεήσεὼς μου,
2 ὅτι ἔκλινεν τὸ οὖς αὐτοῦ ἐμοί,
καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ ἐπεκαλεσάμην.
3 περιέσχον με ὠδῖνες θανάτου,
κίνδυνοι ἅδου εὕροσάν με·
θλίψιν καὶ ὀδύνην εὗρον.
4 καὶ τὸ ὄομα Κυρίου ἐπεκαλεσάμην
Ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν μου.
5 ἐλεήμων καὶ δίκαιος ὁ κύριος,
καὶ Κύριος ὁ θεὸς ἡμῶν ἐλεᾷ.
6 φυλάσσων τὰ νήπια ὁ κύριος·
ἐταπεινώθην, καὶ ἔσωσέν με.
7 ἐπίστρεψον, ἡ ψυχὴ μου, εἰς τὴν ἀνάπαυσίν σου,
ὅτι Κύριος εὐηργέτησέν σε·
8 ὅτι ἐξείλατο τὴν ψυχήν μου ἐκ θανάτου,
τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων,
καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος.
9 εὐαρεστήσω ἐναντίον Κυρίου ἐν χώρᾳ ζώντων.