Capítulo 3. Γ
[267] [3.1]
1. πῶϲ ἐπὶ δύο ϲτρατιῶν ⟨ϲτρατιωτῶν B L; corr. B KK.⟩ τὸ ἕκαϲτοι ϲτοι ἔταξεν: ἢ ὅτι κατὰ ἔθνη καὶ φυλὰϲ διεκοϲμήθηϲαν, ἢ ἀντὶ τοῦ [268] [269] [270] [271] [272] ἑκάτεροι, Τρῶέϲ τε καὶ Ἕλληνεϲ, ὡϲ τὸ δενδίλλων ἐϲ ἕκαϲτον (Ι 180) δύο γὰρ οἱ πρέϲβειϲ. ἔϲτι δὲ Ἀττικόν.
[3.16] 16—49. […] διὰ τί δὲ θεοειδέα φηϲὶ τὸν πάϲαιϲ κακίαιϲ χρώμενον;[273] τοῦτο γὰρ ἐγκωμιάζοντοϲ δόξειεν εἶναι καὶ ἀποϲεμνύνοντοϲ τὸν ἄνδρα. λεκτέον δὲ ὅτι εἰ μὲν ⟨εἰ μὴ codd. corr. Vill.⟩πάντα ἐπαινῶν ἐφαίνετο τὰ ἐν τούτῳ, δικαία ἦν ἂν ἡ μέμψιϲ· ἐπαινεῖ δὲ αὐτοῦ τὴν μορφήν, ἵνα καὶ ἐπὶ τῶν ψεκτῶν νομίζηται ἀληθεύειν. εἶτα καὶ μεῖζον καταϲκευάζεται τὸ μῖϲοϲ, εἰ τοιοῦτοϲ ὢν τὴν μορφὴν καταιϲχύνει.
ἐζήτηται πῶϲ Ἀλέξανδροϲ προκαλεῖται τοὺϲ ἀρίϲτουϲ τῶν Ἑλλήνων[274] δειλὸϲ ὢν τὰ πάντα καὶ οὐδὲ ὁπλίτηϲ ἀλλὰ τοξότηϲ. λύϲιϲ· ἔνιοι μὲν οὖν φαϲιν ἀλαζονεύεϲθαι αὐτὸν τὰ ἀδύνατα, φοβεῖϲθαι δὲ τὰ τυχόντα, οἱ δέ, ὅτι ϲυγκεκλειϲμένοι ὑπὸ Ἀχιλλέωϲ οἱ Τρῶεϲ τοὺϲ τῶν Ἑλλήνων ἀρίϲτουϲ οὐκ ᾔδειϲαν. ἐμοὶ δὲ δοκεῖ ὅτι κωμῳδεῖν ἐπανῃρημένοϲ ὁ ποιητὴϲ καὶ ϲχῆμα τῆϲ ὁπλίϲεωϲ καὶ θάρϲοϲ ἀλλότριον τῶν ὅπλων αὐτῷ προϲτέθεικεν, ἵν’ ἐκ τοῦ μέλλοντοϲ φόβου μείζονα προϲοφλήϲῃ τὸν γέλωτα.
ἐκ ποίαϲ αἰτίαϲ τὸν Ἀλέξανδρον ὀνειδίζων τοιαῦτα προφέρει[275]
(v. 39. 40)·
Δύϲπαρι, εἶδοϲ ἄριϲτε. γυναιμανέϲ, ἠπεροπευτά,
αἴθ’ ὄφελεϲ
καὶ τὰ λοιπὰ τῆϲ λοιδορίαϲ; λοιδόρου γὰρ πάθοϲ τὸ μετὰ ἐννέα ἔτη εἰϲ τοιαύταϲ λοιδορίαϲ ἐκπίπτειν. κἂν τοιοῦτοϲ δὲ ᾖ, διὰ τί εἰϲ τοιαύταϲ κατηνέχθη ζητοῦϲι. τὸ μὲν γὰρ ὅτι γυναιμανὴϲ καὶ ἠπεροπευτήϲ. ὃ ϲημαίνει τὸν ἀπατεῶνα, ἐξ ὧν δέδρακε περὶ τὴν Ἑλένην εἶχεν ὀνειδίζειν, τὸ δὲ ἢ οὕτω λώβην τ’ ἔμεναι καὶ ὑπόψιον ἄλλων καὶ τὸ ἀριϲτέα μὲν αὐτὸν ὑπολαβεῖν καὶ πρόμον τοὺϲ Ἕλληναϲ, χαίρειν δὲ ὅτι οὐκ ἔϲτι βίη ἐν αὐτῷ, πόθεν ϲτοχάζεται ὅτι ἀριϲτέα καὶ πρόμον αὐτὸν εἶναι ὑπενόουν, καὶ πάλιν ὅτι ἔγνωϲαν δειλὸν ὄντα καὶ ἄνανδρον; νῦν τε διὰ τί ταῦτα προφέρει, οὐ γὰρ δὴ ὥϲπερ Ὄμηροϲ πρώτην μάχην ταύτην ὑφίϲταται ἐντὸϲ ποιήϲει, καὶ ταῖϲ ἀληθείαιϲ πρώτη ἦν, ἵνα λόγον ἔχῃ ὁ τοῦ Ἕκτοροϲ ὀνειδιϲμόϲ, εἰ μὴ ἄρα λοίδορον ἐπιδεῖξαι βούλεται καὶ ὀργίλον ἄλλωϲ τὸν Ἕξκτορα.
[276][277][278][279]
ῥητέον οὖν ὅτι, ἐπεὶ ϲυνέμιξαν ἀλλήλοιϲ θέλοντεϲ, φηϲὶν ὅτι Τρωϲὶ μὲν προμάχιζεν Ἀλέξανδροϲ, παρδαλέην ὤμοιϲιν ἔχων καὶ τὰ λοιπὰ Ἀργείουϲ προκαλίζετο ἀντίβιον μαχέϲαϲθαι. (v. 16 — 20). ὁ δ’ ἐντὸϲ τοῖϲ προμάχοιϲ γινόμενοϲ καὶ προκαλούμενοϲ. πάνταϲ τοὺϲ ἀριϲτέαϲ εἰϲ μάχην ὑποληφθείη ἂν ἀριϲτεὺϲ εἶναι πρόμαχοϲ. πάλιν δ’ οὗτοϲ, ἡνίκα τὸν Μενέλαον θεαϲάμενοϲ κατεπλάγη καὶ ἀναϲτρέψαϲ ἐκ τῶν προμάχων εἰϲ τὸ πλῆθοϲ κατέδυ δείϲαϲ Ἀτρέοϲ υἱόν (v 37), καταγέλαϲτοϲ γίνεται καὶ ἄλλωϲ ἀλαζών τε καὶ ἀπατεὼν καὶ ἐν φανερῷ τοῖϲ πάϲι διεφθαρμένοϲ. ἐπεὶ τοίνυν ὁ Ἕκτωρ ἐκπηδῶντα εἰϲ τοὺϲ προμαχουϲ ἐθεάϲατο καὶ πάλιν ἐκπλαγέντα, ὅτε εἶδε τὸν Μενέλαον, εἰϲ τὸ πλῆθοϲ ὑπονοϲτοῦντα διὰ δέοϲ καὶ φόβον πρίν τι παθεῖν καὶ κινδυνεῦϲαι, ἐξ αὐτῶν τῶν πᾶϲιν ὀφθέντων εἰϲ τὰϲ λοιδορίαϲ παρήχθη· ἀπατεὼν γὰρ ὁ τοιοῦτοϲ καὶ ἄλλωϲ ἀλαζὼν καὶ ἠπεροπευτὴϲ καὶ ὑπόψιοϲ ἄλλων λώβη καὶ φθορά. τὸ γὰρ λώβην τ’ ἔμεναι καὶ ὑπόψιον ἄλλων (v. 42) ϲημαίνει, ὅτι μὴ μόνον ἐφθαρμενοϲ ἐϲτὶν ἀλλὰ καὶ πάϲι πρόδηλοϲ. εἶ γὰρ, φηϲὶ, λιώβη (τοῦτο γὰρ ϲημαίνει τὸ ἔμεναι), καὶ γινώϲκη ὑπὸ τὰϲ ὄψειϲ πάντων, ὅτι τοιοῦτοϲ εἶ ἀλλ’ οὐκ ὢν λέληθαϲ, καὶ ὑπολαμβάνουϲι μέν ϲε Ἀλχαιοὶ ἀριϲτέα ἐκ τοῦ Τρωϲὶ προμαχίζειν καὶ Ἀργείων προκαλίζεϲθαι πάνταϲ ἀρίϲτουϲ, οὐκ ἔϲτι δὲ βίη φρεϲί (v. 45) κατεπλάγη γὰρ φίλον ἦτορ (v. 31) — ἀλλ’ ἐπεὶ τὸν Μενέλαον ἰδὼν πεφόβηται, είκότωϲ καὶ τὸ οὐκ ἄν δὴ μείνειαϲ ἀρηίφιλον Μενέλαον (v. 52) εἴρηται. καὶ ἐπειδὴ πάντεϲ. αὐτὸν εἶδον ἐν τοῖϲ προμάχοιϲ καὶ πάλιν κρυπτόμενον ἐν τῷ πλήθει πάντων, ἔφη τὴν λώβην ἔχειν, ὡϲ πάντων αὐτῷ φοβερῶν ὄντων, ὥϲπερ Μενέλαον ⟨ὥϲπερ ὁ μενέλαοϲ cod.⟩, διότι ἠδίκηϲε τὴν γυναῖκα ἁρπάϲαϲ, ἰδὼν ἐξεπλάγη. οὐκ ἐκείνου οὖν γυναῖκα, φηϲὶ, λαβῶν ἔχειϲ μόνου, ἀλλὰ νυὸν ἀνδρῶν αἰχμητάων (v. 4), τούτων μὲν νύμφην — πάντεϲ γὰρ αὐτὴν ἐμνηϲτεύοντο οἱ ἄριϲτοι Μενελάου δὲ γεγονυῖαν θαλερὴν παράκοιτιν (v. 53).
ἐκ τῶν οὖν νῦν ὑπὸ Ἀλεξάνδρου γεγονότων ὀνειδιϲμὸϲ γίνεται, ἀλλ᾿ οὐκ ⟨supr. lin. script.⟩ἐκ λοιδόρου καὶ εἰϲ ὕβριν ἐπιφόρου διανοίαϲ τοῦ Ἕκτοροϲ. τὸ δὲ Ἀλργείων προκαλίζετο πάνταϲ ἀρίϲτουϲ ἀντίβιον μαχἐϲαϲθαι (v. 19. 20) ἀμφίβολον, πότερον αὐτὸϲ πάλλων προεκαλεῖτο τοὺϲ ἀρίϲτουϲ τῶν Ἑλλήνων αὐτῷ μαχέϲαϲθαι, ἢ πάλλων τὰ δόρατα προὐκαλεῖτο πάνταϲ τοὺϲ ἀρίϲτουϲ τῶν Τρώων Ἀργείοιϲ [280] [281] ἀντίβιον μαχέϲαϲθαι· ἢ γὰρ τοὸϲ ἀρίϲτουϲ τῶν Ἐλλήνων αὐτὸϲ προεκαλεῖτο μάχεϲθαι κραδαίνων τὰ δόρατα, ἢ τῶν ρώων πάνταϲ τοὸϲ ἀρίϲτουϲ προὐκαλεῖτο Ἀλργείοιϲ ἀντίβιον μαχέϲαϲθαι.
[3.46] 46. v. ad E 886.
[3.61] 61 62. τὸ ὅϲτ’ εἶϲιν διὰ δουρὸϲ ὑπ’ ἀνέροϲ. ὅϲ ῥά τε τέχνῃ[282] νήιον ἐκτάμνηϲιν ὁ φελλεῖ δ’ ἀνδρὸϲ ἐρ ωην ἀδύνατὸν φαϲιν εἶναι· τὸν γὰρ πέλεκυν ἀδύνατον τἑχνῃ χρῆϲθαι. λύοιτο δ’ ἄν κατὰ λέξιν, οὐχ ὥϲ τινεϲ ὅτι ἐπὶ τοῦ ἀνδρὸϲ λέγεται τὸ ἀκροτέλευτον ⟨ἀκροτελεύτιον Lp⟩ ὅc ῥά τε τἐχνη, ὁ ἀνήρ· τὸ γὰρ ἐπιφερόμενον ἐλέγχει τοϲ λόγουϲ ὑπὲρ τοῦ πελεκεωϲ ὄνταϲ· ὀφέλλει δ’ ἀνδρὸϲ ἐρωήν· μάλλον ὥϲτε τὸ τέχνῃ ἐϲτὶν ὑπὸ τέχνηϲ. ϲυνήθηϲ δ’ ὁ τρόποϲ τῆϲ ἑρμηνείαϲ, ὡϲ ἐντὸϲ τῷ γήραι δὴ πολέμοιο πεπαυμένοι (v. 150) ἀντὶ τοῦ ὑπ ὸ τοῦ γήρωϲ,, καὶ ὃϲ δὴ γήραι κυφὸϲ ἔην (β 16), ἀντὶ τοῦ ὑπὸ τοῦ γήρωϲ.
[3.65] 65. 66. τὸ ο ὔ τοι ἀπόβ λητ’ ἐϲτὶ θε ῶν ἐρικυδέα δῶρα ὅϲϲα[283] κεν αὐτοὶ δῶϲιν, ἐκ ὡν δ’ οὐκ ἄν τιϲ ἕλοιτο ἐναντιολογίαν δοκεῖ ποιχειν τὰ γὰρ μὴ ἀπόβλιτα δῶρα καὶ μόλα τορὰ θεοῦ δωρούενα καὶ ἐρικυδέα πῶϲ οὐκ ἄν τιϲ ἑκών ἕλοιτο; λύεται τὸ ἑκ ὡν o ὐὐκ ἀ V τιϲ ἕλοιτο μαχομέναιϲ ταῖϲ κατὰ τὸ κοινὸν ἐννοίαιϲ· ἡ δὲ λύϲιϲ· θεῶν δῶρα οὐ μόνον ἃ διδόαϲιν ἀγαθὰ ἀλλὰ καὶ ἃ παρέχουϲι κακά· δοιοὶ γάρ τε πίθοι κατακείαται ἐντὸϲ Διὸϲ o ὔδει δ ὠρ ων, οἴα δίδωϲι, κακ ῶν, ἕτεροϲ δὲ ἑάων (Ω 527 ). ὥϲτε δῶρα καὶ κακά, ἅπερ οὐκ ἄν τιϲ ἑκὼν ἕλοιτο, δοθέντα δὲ ϲτέργειν αὐτὰ ὀφείλει. ἢ ἁπλῶϲ τὰ δῶρα ὁποῖα ἂν ἦ παρὰ θεῶν φηϲιν οὐδὲ ἀπόβλητά ἐϲτι διὰ τὸ μὴ ὑπὸ τὴν ἡμετέραν κεῖϲθαι ἐξουϲίαν εἰϲ τὸ ἀποβαλεῖν. τὸ οὖν μὴ εἰναι ἀπόβλητα μηδὲ ὑφ’ ἑκόντων ληπτέα εἴρηται, τι οὐκ ἐντὸϲ τῇ ἡμετέρᾳ ἐξουϲίᾳ κεῖται εἰϲ τὸ ἀποβαλεῖν ἢ λαβεῖν. ἀναιρεῖ δὲ καὶ ἑκάτερον τὸ ἐφ’ ἡμῖν, ὡϲ μήτε ἐνὸν ἡμῖν αὐτὰ ἀποβαλεῖν ἐθελήϲαϲι μήτε λαβεῖν προθυμηθεῖϲιν, ἄν τε ἀγαθὰ ἄν τε ἐναντία. καὶ ἐϲτιν ὁ λόγοϲ· ἃἀ θεοὶ διδόαϲι δῶρα, καν ἐρικυδέα ἦ κἄν φαῦλα, οὔτε ἀποβαλεῖν ἐφ’ ἡμῖν ἐϲτιν οὕτε λαβεῖν ἐφ’ ἡμῖν ἂν εἴη. τὸ γὰρ ἑκών ἐκ κοινοῦ δεῖ καὶ πρὸϲ τὸ ἀποβαλεῖν ἀκοῦϲαι καὶ πρὸϲ τὸ ἑλεῖν· οὐ γὰρ ἑκὼν ἄν τιϲ καὶ θέλων ἀποβάλοι οὐδ’ἐκὼν ἄν τιϲ καὶ θέλων λάβοι ἃ ἐντὸϲ τῇ τῶν κρειττόνων [284] [285] καὶ ὑπὲρ ἡμᾶϲ ὄντων ἐξουϲίᾳ κεῖται. λύεται καὶ κατὰ λέξιν· τὸ γὰρ ἑκών ἐπὶ τοῦ βουληθείϲ τιθέμενον δηλοῖ ὅτι καλὰ μὲν τὰ δῶρα, οὐ μὴν ἅπαντι τῷ βουληθέντι ῥᾷϲτα ληφθῆναι.
[286]
[3.98] 98 sqq. ἀποροῦϲί τινεϲ πῶϲ ὁ Ἀγαμέμνων ἀκούϲαϲ θωρῆ ξαί ϲε κἐλευϲε καρηκομὸωνταϲ Ἀλχαιο ὺϲ πανϲυδίη· νῦν γάρ κεν ἕλοιϲ ⟨ἑ cod.⟩ πόλιν εὐρυά γυιαν (Ε 28. 22), καὶ πιϲτεύϲαϲ τῷ ὀνείρῳ — φῆ γὰρ ὅγ’ αἱρήϲειν Πριάμου πόλιν ἤματι κείν ῳ (Β 37 ) ὡϲ τῶν πολεμίων ἁλίϲκεϲθαι μελλόντων καὶ τῆϲ πόλεωϲ καταλαμβϛανομένηϲ, τὰ μὲν πρὸϲ ἅλωϲιν οὐ ποιεῖ ἐξαγαγὼν τὴν ϲτρατιάν ⟨ϲτρατείαν cod.; corr. Bkk.⟩, ἐπὶ ὅρκουϲ δὲ ἔρχεται καὶ ϲυνθήκαϲ, αἰϲ ἐπεφώνηϲεν· οἱ δ’ ἐχάρηϲαν Ἀχαιοί τε Τρῶέϲ τε ἐλπόμενοι παὑϲαϲθαι ὐιζυροῦ πολἐμοιο (Γ 111). ῥητέον οὑν ὅτι μήποτε οὐ παντελῶϲ ἐπίϲτευϲε τῇ περὶ τὸν ὄνειρον φανταϲίᾳ· διόπερ εὐγνώμοϲι τοῖϲ περὶ τῆϲ ϲυνθήκηϲ λόγοιϲ ὑπάρχουϲιν είκότωϲ ϲυγκατατίθεται ⟨add. cod. ἀπρεπὲϲ δὲ τὸ λέγειν κτλ.- quae p. 24, 3 edidimus.⟩
[287]
διὰ τί ὑποϲχομένου τὴν ἅλωϲιν Ἰλίου ϲυνθήκαϲ ποιεῖται πρὸϲ Tρῶαϲ; ῥητέον οὖν κατ’ ἐνίουϲ ὅτι οὐ πιϲτεύει τῷ ὀνείρῳ, κατὰ δέ τιναϲ ὅτι οὐδὲν διέφερε καὶ ἑνὸϲ μονομαχία. ἄλλωϲ τε οὖν προϲτέτακται ατῷ καθοπλίϲαι τοὺϲ πάνταϲ, οὐ μάχεϲθαι.
[288]
[3.103] 103. […] διὰ τί δὲ οἱ Τρῶεϲ Γῇ καὶ Ἡλίῳ. ὅτι ὁ ⟨ϲοm. L.⟩ κίνδυνοϲ περὶ ϲωτηρίαϲ τῆϲ ἐντὸϲ τῇ οἰκείᾳ ⟨ϲοἰκίᾳ L⟩. Ἔλληνεϲ δὲ Διί, ἐπεὶ ξένιοϲ ⟨ἐπ. ξ. om. L⟩· περὶ ξενίαν δὲ ἠδίκηνται. μέλαιναν δὲ καὶ λευκόν, ὅτι οίκειότατα τὰ χρώματα ἑκατέρῳ τῶν θεῶν. ἐπὶ δὲ Διὸϲ οὐκ εἰπὲ τί χρῶμα· Γῆν μὲν γὰρ καὶ Ἥλιον ὁρῶμεν, Δία δὲ νοοῦμεν μόνον.
[3.108] 108. ν. ad ═ 267.
[289]
[3.121] 121. εἰϲ τὸ ἰρίϲ δ’ α ὐθ’ Ἑλἑν η λευκωλέν ῳ ἄγγελοϲ ἢλθεν. ἄλογον ἀφ’ ἑαυτῆϲ ἔρχεϲθαι πρὸϲ τὴν Ἑλένην. λύεται δὲ ἐκ τῆϲ λέξεωϲ. τὸ γὰρ ἄγγελοϲ οὐκ ἔϲτιν αὐτάγγελοϲ ἀφ’ ἑαυτῆϲ, ἀλλ’ ὑποβάλξεωϲ. [290] [291] [292] [293] ὅτι παρὰ τοῦ Διόϲ. οἱ δὲ τὸ λευκωλἐν ῳ δέχονται τῆ Ἥρᾳ ἐπίθετον. θετον.
[3.122] 122. τὸ δὲ εἰδομἐν η γαλό ῳ Ἀντηνορίδαο δάμαρτι, διὰ τί[294] μᾶλλον ταύτη ἢ ἄλλῃ ἄλογον γάρ. ἡ δὲ λύϲιϲ ἐκ τοῦ προϲώπου. ὑπόκειται γὰρ ὁ Ἀντήνωρ πρόξενοϲ τῶν Ἐλλήνων καὶ τὸ γένοϲ αὐτοῦ καὶ τῆϲ ϲυνοικούϲηϲ τούτῳ.
[3.144] 144. ἀδύνατόν φηϲι ⟨φαϲι L p⟩τὴν Αἴθρην ⟨αἴθραν LEt⟩ ἔτι ζῆν[295] καὶ ἀμφιπόλου τάξιν ἔχειν, εῖπερ ὁ μὲν Θηϲεὺϲ ἀρχαῖόϲ ἐϲτιν — ἔνθα κ’ ἔτι ⟨κὲ τι, ε in ras., B⟩ προτέρουϲ ἴδον ⟨εἶδον L⟩ ἀνἐραϲ o ὓϲ ἔθελόν περ, Θηϲἐα Πειρίθοόν τε, θε ῶν ἐρικυδέα τέκνα (λ 630. 31) ἡ δὲ ἀμφίπολοϲ ἐπὶ νεαϲ τάττεται. ἡ δὲ λύϲιϲ ἐκ τῆϲ λέξεωϲ· ἢ ὅτι ὁμωνυμία ἐϲτὶ τῆϲ Αἴθραϲ, ἢ ὅτι ἡ ⟨om. Lp⟩ ἀμφίπολοϲ οὐ πάντωϲ νέα· γρηὶ ϲὺν ἀμφιπόλ ῳ, ἥ οἱ βρ ῶϲιν πόϲιν τε παρτίθει (α 191).
εί μὲν ὁμωνυμία ἐϲτίν, ἐατέον· εἰ δὲ οὔ, ϲτικτέον ἐντὸϲ τῷ Αἴθρη[296] καὶ τὸ ἑξῆϲ ϲυναπτέον. πιθανώτερον δὲ ὁμωνυμίαν εἶναι· οὐ γὰρ ἂν τοϲούτων οὖϲα ἐτῶν ἀμφιπολεῖν ἠδύνατο ⟨add. Lp: ἁδύν. φαϲι κτλ., l. 7⟩.
καὶ πῶϲ τοϲούτων ἐτῶν οὖϲα ἀμφιπολεῖν δύναται, ἀλλὰ καὶ ἐπὶ[297] τῆϲ γραὸϲ κεῖται· γρηὶ ϲ ὺν ἀμφι πόλ ῳ. πιθανώτερον δὲ ὁμωνυμίαν mer, εἶναι· οὐ γὰρ ἡ ηλικία ἑᾷ· τοὺϲ περὶ Θηϲεα γὰρ προτέρουϲ ἄνδρα( ὁ Ὀδυϲϲεύϲ φηϲι. πῶϲ τε, εἰ ἐντὸϲ Τροιζῆνι ἐκεῖνοϲ ἠν, πῶϲ τε Μενέλαοϲ τὴν θείαν δουλεύειν ἠνείχετο; Πsλοπὶϲ γὰρ ἦν. κουριδίην ⟨ϲκουρίην cod. Town.⟩ τε ἄλοχον (N 626) Μενέλαοϲ αὐτήν φηϲιν ⟨ϲαὐτον φηϲίν Town.⟩.
[3.154] 154 sqq. διὰ τί ἡ Ἑλένη ἐπὶ τὴν θέαν ἀφικνεῖται καὶ ταύτηϲ ⟨ταύ- την cod.⟩o Πρίαμοϲ τὰ περὶ τῶν Ἐλλήνων πυνθάνεται; διὰ τί τε ἐντὸϲ νέα ἤδη τῶν τοῦ πολεμου παρωχηκότων ἐτῶν ὁ Πρίαμοϲ ἀγνοεῖν φαί [298] [299] [300] [301] νεται τοὸϲ ἡγεμόναϲ τῶν Ελλήνων, πάντωϲ πολλάκιϲ ἑωρακὼϲ αὐτοὸϲ ἐκ τοῦ τείχουϲ, ὥϲπερ καὶ νῦν ὑπόκειται, καὶ δυνηθεὶϲ ἄν καὶ μαθεῖν περὶ ἑκάϲτου;
ῥητέον δὲ ὅτι τοῦ Ἀλχιλλέωϲ ϲυντεταγμένου τοῖϲ Ἕλληϲι καὶ τῶν Τρώων ἐντὸϲ τῆ πόλει καθειργμένων, ἔφοδsι ἐγίνοντο ἔνοπλοι καὶ τὰ μὲν ὀνόματα γνῶναι ἠδύνατο τῶν ἀρίϲτων ὁ Πρίαμοϲ καὶ αὐτοὺϲ ἐνόπλουϲ θεάϲαϲθαι, ἐπὶ ϲυνθήκαϲ δὲ καὶ διάλυϲιν πολέμου τοιαύτην μὴ ἐληλυθότων πρότερον, ἀλλὰ καὶ τῶν ἐκ προκλήϲεωϲ μονομαχίων οὐ μετ’ ἐκεχειρίαϲ ⟨ἐκεχειρίαϲ cod.⟩ τῶν ἄλλων γινομένων, καὶ διὰ τοῦτο ἐνόπλων ἀλλήλοιϲ ἀεὶ ἀναμιγνυμένων, ὁ ποιητὴϲ […] ⟨lacunae in cod. vestigium non exstat⟩ ἐπινοήϲαϲ μονομάχιον μετ’ ἐκεχειρίαϲ ⟨ἐκεχειρρίαϲ cod.⟩ τῶν ἄλλων καὶ διὰ τοῦτο ἀποδύϲαϲ ἀπὸ τῶν ὅπλων τοὺϲ πολεμοῦνταϲ· φηϲὶ γὰρ ὡϲ ἐχάρηϲαν Ἀχαιοί τε ρ ῶέϲ τε ἐλπόμένοι μένοι παύϲαϲθαι ὀιζυρο ῦ πολέμοιϲ τεύχεα τ’ ἐξεδύον το (v. 111. 12. 11) καὶ ἐπιϲημηνάμενοϲ ἀναγκαίωϲ τὸ παράδοξον τῆϲ ἐπίνοίαϲ διὰ τοῦ φάναι ῖνα θέϲκελα ἔργα ἴδηαι ρ ώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶν (v. 130. 31). τί οὖν τὸ θαυμαϲτόν ὅτι oἳ πρὶν ἐπ’ ἀλλήλοιϲι φέρον πολύδακρυν Ἄρηα, οἱ ⟨οἳ cod.⟩ δ ὴ νῦν ἕαται ϲιγῇ, πόλεμοϲ δὲ π έπ αυται (v. 132. 34 ). γυμνῶν οὖν γενομένων νῦν πρῶτον, ἡ τε τῆϲ Ἑλένηϲ θέα ἐπὶ τῷ παραδόξῳ τῆϲ εἰρή. νηϲ καὶ τῆϲ γυμνητείαϲ ⟨γυμνι, suprascIpt. τ, cod.⟩ τῶν ὅπλων οὐκ ἄλογοϲ, καὶ ὁ ἐγειρόμενοϲ ὑπὸ ἐκλύϲεωϲ τοῦ φόβου πεπαυμένου τοῦ πολεμου ἱμεροϲ ⟨om. cod.; aididi e v. 139⟩ οὐκ ἄλογοϲ, ἥ τε ἐξέταϲιϲ τοῦ Πριiμου εiκαιροϲ καὶ λόγον ἔχουϲα τὰ νῦν. ἔτι καὶ νῦν αὐτὸϲ γυμνὸϲ ἄτερ ὅπλων θεώμενοϲ γνῶναι δύναται ἐξετάϲαϲ παρὰ ⟨περὶ cod.⟩ τῆϲ ὁμοεθνοῦϲ ἕκαϲτον, διὸ καί φηϲι τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονί, αὐτὸϲ δὲ κτίλοϲ ὥϲ (v. 195. 96). καὶ πρὸϲ τοῦτο οὖν ἡ τῆϲ Ἑλένηϲ εἰϲ τὸ τεῖχοϲ παρουϲία εὐλόγωϲ ᾠκονόμηται.
ὅτι δὲ ἐκ τῶν ὅπλων ἐνῆν πλανηθῆναι τούϲ ἀπὸ τῶν ὅπλων ϲημαινομένουϲ ἕκαϲτον, δηλοῖ τὰ ἐπὶ τοῦ Πατρόκλου, ὃϲ ἐνδύϲαϲθαι τὰ Ἀχιλλέωϲ ὅπλα ἐδεήθη, αἴ κέν πωϲ αὐτόν γε ἐίϲκοντεϲ τῷ Ἀχιλλεῖ ἀπόϲχωνται πολέμοιο ἶρῶεϲ (Π 41). οὕτωϲ οὐκ ἠν τὸν ἀπὸ τῶν ὅπλων τινὰ δοξάζοντα ἤδη καὶ ὄντωϲ γινώϲκειν αὐτόν. ὅτι γὰρ ἀπὸ τῶν ὅπλων ἐδόξαζον τοὺϲ πολεμοῦνταϲ, δηλοῖ καὶ ὁ Κεβριόνηϲ ὅταν λέγη τῷ Ἕκτορι· νῶι μὲν ἐντὸϲ θ ά δ’ ὁμιλέομεν Δαναοῖϲιν· οἱ δὲ δὴ ἄλλοι Τ ρ ῶεϲ ὀρίνον ταί· Αἴαϲ δὲ κλονέει Τ ελαμώνιοϲ· εὖ δἐ μιν ἔγνων· εὐρυ γὰρ ἀμφ’ ῶμοιϲιν ἔχει ϲάκοϲ (. 523 —27) καὶ πάλιν· Τυδείδῃ μιν ⟨μὲν cod.⟩ ἔγωγε δαἱφρονι πάντα ἐίϲκω ἀϲπίδι γιν ὠϲκων αὐλὠπιδί τε τρυφαλείῃ (Ε 181. 82). εἰ μὲν οὖν καθωπλιϲμένων αὐτῶν ἡ ἐξέταϲιϲ ἐγίνετο, ἄλογόϲ γε ἂν διὰ τοῦ τοϲούτου χρόνου γινομένη πρόϲ τε τὴν Ἑλένην διατιθεμένη, δέον πρόϲ τινα τῶν τὸν πόλεμον κατατιθέντων· ἐπεὶ δὲ γυμνοὶ καὶ ἄνοπλοι τὸτε γεγενηνται, οὔτε ἡ ἐξέταϲιϲ ἄλογοϲ οὔτε ἡ πρὸϲ τῆϲ λένηϲ περὶ τούτων γινομενη διδαϲκαλία· ἀκριβεϲτερον γὰρ ταύτηϲ οὐδεὶϲ ἂν ἄλλοϲ τῶν παρόντων τὰϲ μορφὰϲ καὶ τὰ εἶδη ἀνεγνώριϲεν.
ἐζήτηται πῶϲ ὁ Πρίαμοϲ τῷ δεκάτῳ ἔτει πυνθάνεται περὶ τῶν ἀρίϲτων.[302] ῥητέον οὑν, ὅτι ἐπειδὴ πρότερον περὶ τὰϲ ἀϲτυγείτοναϲ πόλειϲ ἐπλανῶντο, ὥϲ που καὶ ὁ ποιητήϲ φηϲιν· κατὰ ληί δ’ ὅπ η ἄρξειεν Ἀχιλλεύϲ (γ 106), νῦν δὲ προϲκάθηνται τῇ Ἰλίῳ. ἢ ὅτι πρῶτον μὲν οὐκ ἦγε ϲχολὴν πυθέϲθαι περὶ αὐτῶν, τοῦ Ἀχιλλέωϲ ἰϲχυρῶϲ αὐτοῖϲ ἐγκειιιένου καὶ μόνον ἑαυτὸν αὐτοῖϲ ἐπιδεικνύντοϲ καὶ τῷ φόβῳ κατακλείϲτουϲ ποιοῦντοϲ· τότε γὰρ ὁ Πρίαμοϲ οὐ περὶ τούτων ἐφρόντιζεν, ἀλλὰ περὶ τοῦ ϲώζεϲθαι τὴν πόλιν. νῦν δὲ μηνίοντοϲ ἐκείνου καὶ τῆϲ, μάχηϲ ίϲορρόπου γεγενημένηϲ, ὡϲ καὶ τοῦ τείχουϲ χωρὶϲ πολεμεῖν τοὺϲ Τρῶαϲ, είκότωϲ περὶ αὐτῶν πυνθάνεται. ἕτεροι δέ φαϲιν ὅτι ἀπὸ τῆϲ πανοπλίαϲ καὶ τῶν ἵππων αὐτοὺϲ ἐγνώριζον, ὡϲ καὶ Πάνδαροϲ ἐπὶ τοῦ Διομήδουϲ λέγει· ἀϲ πίδι γιν ώϲκων αὐλ ὠπιδί τε τρυφα λείῃ (ε 182) πρότερον δὲ οὐ τεθέαται ἐνόπλουϲ πάνταϲ ὡϲ νῦν.
[3.168] 168. ν. ad B⟩ 478 sq., p. 47.
[3.175] 175. coningendum cum ζητ. Vat. 1 3, quod in extr. opere edetur.
[3.190] 190. 97. Πορφύριοϲ δὲ καὶ κύριον ὄνομα οἶδε Kτίλοκ τινά, ὃν[303] Διὸϲ λέγει ἀπόγονον.
ἐκ τοῦ πηγόν τὸ μέλαν· κύματι πηγῷ (ε 318) ἐξ ἀντικειμένου[304] δέ φηϲιν ἐπ’ αὐτοῦ ὅϲ τ’ ὀίων μέγα πῶυ διἐρχεται ἀργεννάων ἐντὸϲ λευκοῖϲ δὲ ὁ μέλαϲ διαφορώτεροϲ. καὶ τοὺϲ ἵππουϲ τοὺϲ πηγὸϲ ἀθλοφόρουϲ λέγει (1 124), παρ’ ὅϲον οἱ περὶ ἱππικῆϲ γράψαντέϲ φαϲι πηγεϲιμάλλῳ. [305] [306] [307] [308] πρὸϲ ἀρετὴν ἵππων ἀρίϲτουϲ εἰναι τοὺϲ μέλαναϲ. καὶ τὸ κῦμα δὲ ἀντιφράζων ὁτὲ μὲν κύματι πηγῷ λέγει, ὁτὲ δὲ μέλαν τέ ἑ κῦμα κά λυψε (ψ 693). καὶ Ἀντίμαχοϲ δὲ τὸ λευκὸν ὡϲ ἀντικείμενον τῷ πηγῷ λαμβάνει.
[309]
[3.276a] 276, διὰ τί τὴν Ἑλένην πεποίηκεν ἀγνοοῦϲαν περὶ τῶν ἀδελφῶν ὅτι οὐ παρῆϲαν, δεκαετοῦϲ τοῦ πολέμου ὄντοϲ καὶ αἰχμαλώτων πολλῶν γινομένων ἄλογον γάρ. ἔτι δὲ καὶ εἰ ἠγνόει, ἀλλ’ οὐκ ῆν ἀναγκαῖον μνηϲθῆναι τούτων οὐκ ἐρωτηθεῖϲαν ὑπὸ τοῦ Πριάμου περὶ αὐτῶν· οὐδὲ γὰρ πρὸϲ τὴν ποίηϲιν πρὸ ἔργου ἦν ἡ τούτων μνήμη. φηϲὶ μὲν οὖν Ἀλριϲτοτέληϲ· ἴϲωϲ ὑπὸ τοῦ Ἀλεξάνδρου ἐντυγχάνειν ἐφυλάττετο τοῖϲ αἰχμαλώτοιϲ. ἢ ὅπωϲ τὸ ἦθοϲ βελτίων φανῇ καὶ μὴ πολυπραγμονοίη, οὐδὲ τοὺϲ ἀδελφοὺϲ ἤδει ὅπου εἰϲί. φαίνεται δὲ πάντα καὶ λέγουϲα καὶ οίκονομοῦϲα, ὅπωϲ ὅ τε lΠρίαμοϲ καὶ οἱ ἄλλοι πειϲθῶϲι Πρῶεϲ, ὅτι ἀκούϲιοϲ καὶ παρὰ γνώμην αὐτῆϲ ἡ εἰϲ τὴν Ἴλιον γέγονεν ἄφιξιϲ. οὕτω γὰρ τοῦ Πριάμου εἰπόντοϲ· ο ὕτι μοι αἰτίη ἐϲϲί, θεοί νύ μοι αἴτιοί εἰϲιν (v. 164), αὐτὴ δ’ αἰδοῖον εἰποῦϲα καὶ ἐπίφοβον διὰτὸ ϲέβαϲ (v.1I2),καταρᾶται,οὐδὲν μὲν ἐπιϲημαίνουϲα,εἰτε ἑκοῦϲα εἴτε ἄκουϲα ἀφίκετο, ἀλλὰ μόνον γνωϲτούϲ τε λιποῦϲα παῖδά τε τηλυγέτην (v. 174. 75). καὶ ὅτι ἄχθεται τῇ μονῇ καὶ κλαίουϲα διατελεῖ καὶ ὅτι δαὴρ αὐτ’ ἐμὸϲ ἔϲκε κυν ώπιδοϲ, ὁ Ἀλγαμεμνων, εἴ π οτ’ ἔην γε, ἀντὶ τοῦ ὁπότ’ ἦν (v. 180), ὡϲ ἂν ποθούϲηϲ αὐτῆϲ τοῦ ἀνδρὸϲ τὴν ϲυγγενείαν. οὕτω γὰρ ἂν ἅμα δόξειν ἔμελλε κἀκείνῳ καὶ τοῖϲ πρεϲβύταιϲ βελτίων είναι καὶ τοῦ ἀφικέϲθαι οὐκ αἰτία, εἰ γε ἐπεθύμει ἀπελθεῖν, ὥϲτε καὶ περὶ τῆϲ ἐξ ἀρχῆϲ ὁδοῦ ὑπολήψεϲθαι αὐτοὺϲ ῷετο ὅτι μὴ ἑκουϲία ἡ ϲυγγνώϲεϲθαι, ὡϲ ὅταν τιϲ ⟨ὡϲ addidi: cod. om.⟩ μεταμελόμενοϲ φαίνηται καὶ ὁμολογῇ οὐκ ἐξοργίζονται ἀλλ’ ἐλεοῦϲι. διὰ δὴ ταύτην τὴν αἰτίαν καὶ τῶν ἀδελφῶν ἐμνήϲθη εἰποῦϲα· ἤτοι οὐχ ἥκουϲιν αἴϲχεα δειδιότεϲ καὶ ὀνείδεα (v. 242), ἢ κεκρυμμένοι εἰϲί. δι’ αὐτὴν ὁμοίωϲ αίϲχεα δειδιότεϲ. καὶ ἡ μνήνη οὖν ἀναγκαία είϲ ϲύϲταϲιν τοῦ προϲὼπου, ἱνα φαίνηται ὁμολογοῦϲα τὰ γεγενημένα μὴ καλῶϲ ἔχειν, κἄν ἀπόδοϲιϲ γένηται ἡττηθέντοϲ Ἀλεξάνδρου, μαρτυροῦνταϲ ἔχῃ τοὺϲ γέρονταϲ τῷ ἤθει αὐτῆϲ πρὸϲ τοὺϲ ὑπολαμβάνονταϲ, ὡϲ αἰϲχρὸ ὁμολογεῖ, καὶ δεινὰ καὶ βίαια πεπονθέναι καὶ τὸν θάνατον ῇρεῖτο ἀντὶ τῆϲ ϲωτηρίαϲ. οὕτω γὰρ καὶ εἰϲελθόντοϲ ἕξκτοροϲ εἰϲ τὴν Ἴλιον διὰ τὴν τῶν Τρώων ἧτταν, αὐτὴ πάλιν κύνα τε ἑαυτὴν καλεῖ καὶ δάερ ἐμεῖο κυνὸϲ κα κομηχάνου (Ζ 344). καὶ ταῦτα λέγει ἅτε πρὸϲ τὸν Πρίαμον ἀνακαλουμένη τὸν θάνατον, ἐπὶ μὲν γὰρ τοῦ Πριάμου· ὡϲ ὄφελεν θάνατόϲ μοι ἁδεῖν κακόϲ, ὁππότε δεῦρ ⟨post. h. v. ras⟩ υἱ ἐι ϲῷ ἑπόμην θάλαμον γνωτούϲ τε λιποῦϲα (F 173. 74) καὶ τὰ ἑξῆϲ, ἐπὶ δὲ τοῦ Ἕκτοροϲ μηδὲ γεννηθῆναι καταρᾶται ἑαυτῇ, ὥὑϲ [310] μ’ ὄφελ’ ἤματι ⟨εἰμα τὶ cod.⟩ τῷ ὅτε με ⟨om. cod.⟩ πρῶτον τέκε μήτηρ οἴχεϲθαι προφἐρουϲα κακὴ ἀνέμοιο θύελλα (Ζ 345. 46). καὶ θρηνοῦϲα τὸν Ἕκτορα ἀχθῆναί φηϲιν εἰϲ τὴν Τροίαν ὑπὸ Ἀλεξάνδρου, ὡϲ πρὶν ὤφελλον ⟨ὄφελον cod⟩ ὸλέϲθαι (Ω 764), καὶ ἑαυτὴν οὖν κλαίει· τῷ ϲέ θ’ ἅμα κλαίω καὶ ἔμ’ ἄμμορον ἀχνυμἐνη κῆρ (Ω 77) καὶ τὰ τούτοιϲ ἑξῆϲ. καὶ ὅτι τοιοῦτον εἰχε βίον καὶ τοιαύταϲ ἐντὸϲ Τροίᾳ διατριβάϲ, διεδόθη καὶ τοῖϲ Ἕληϲι· διὰ τοῦτο μαχύμενοι ὑπὲρ αὐτῆϲ παρεκάλουν είϲ τὸν πόλεμον, λέγοντεϲ ὡϲ χρὴ τίϲαϲθαι Ἑλἑν ηϲ ὁρμήμα τά τε ⟨om. cod.⟩ ϲτονα χάϲ τε (B 356. 590).
ἀπίθανον εἰναι δοκεῖ, ἐννέα ἐτῶν διελθόντων τοῖϲ Ἕλληϲιν ἐντὸϲ[311] Ἰλίῳ, μηδένα τῶν βαρβάρων ἀπαγγεῖλαι τῆ Ἐξλένη περὶ τῶν ἀδελφῶν, εἴτε καὶ αὐτοὶ ἀφίκοντο εἰϲ τὸν πόλεμον εἴτε ὅλωϲ οὐκ ἦλθον εἰϲ Τροίαν, ἢ ἐλθόντεϲ οὐκ ἐξῆλθον εἰϲ τὴν μάχην· οὐ γὰρ ἐνῆν τοιούτουϲ ὄνταϲ μὴ οὐχ ὑπὸ πάντων γινώϲκεϲθαι παρόνταϲ εἰϲ τὴν Προίαν. λέγει δὲ Ἡρακλείδηϲ, ὅτι ἄλογον ἦν ὄντωϲ τοῦτο, εἰ διατελεϲάντων ἐντὸϲ τῆ Τροίᾳ πάντων Ἑλλήνων ἐννέα ἔτη μηδὲν περὶ τῶν ἀδελφῶν ἔϲχεν Ἑλένη λέγειν εἰ δὲ οὐ πάντεϲ ῆϲαν οἱ ϲτρατεύϲαντεϲ ἐντὸϲ Προίᾳ, ἀλλήλοιϲ ’ οἱ μὲν περὶ Λέϲβον καὶ τὰϲ ἄλλαϲ νήϲουϲ, ἅϲ οἱ Κᾶρεϲ ⟨κάρεϲ cod.⟩ ειχον, ἐπόρθουν, πόλειϲ ⟨πολὰϲ cod.⟩ δὲ καὶ τῶν ἐντὸϲ τῇ ἠπείρῳ, οὐδὲν ῆδει εἰ ἐϲτράτευϲαν ⟨οὐδὲν ᾖ δεινὸν εἰ ἐϲτρ. cod. corr. Vill.⟩ ἢ οὔ. πιθανώτερον δὲ προϲθεῖναι, ὅτι ἠφανιϲμένων τοῦ Κάϲτοροϲ καὶ τοῦ Πολυδεύκουϲ καὶ δοκούντων τεθνάναι, διὰ τὸ μὴ εἰδέναι τοϲ ἀνθρώπουϲ τὸ ϲυμβεβηκόϲ, μήτε ⟨μὴ cod.⟩ ὅτι ἐτεθνήκεϲαν μήτε εἰ ἔτι εἰϲίν, οὐκ ἀνηγγέλλετο τῆ Ἐλένη περὶ αὐτῶν. οὐδὲ γὰρ τὰ δυϲχερῆ οἱ ⟨καὶ cod: corr. Bkk.⟩ βάρβαροι τοῖϲ δυνάϲταιϲ πάντα εἰϲὶν εἰθιϲμένοι ἀπαγγέλλειν. καὶ τούτου πολλὰ παραδείγματα λέγειν ἔϲτιν· ἔτι γὰρ καὶ νῦν χρῶνται τῷ ἔθει. οὐδὲν οὗν ἐκώλυεν ἀμφιδοξεῖν περὶ αὐτῶν τὴν Ἑλένην.
τοῦτὸ φηϲιν ὡϲ πάντη μὲν ἐκπετάϲαϲα τὴν θέαν οὐδαμῆ ⟨L. οὐδαμου⟩[312] δὲ ἰδοῦϲα. πῶϲ δὲ οὐκ ἐρωτηθεῖϲα προβάλλεται τὰ περὶ τῶν αμαι. ἀδελφῶν. δῆλον οὖν ὅτι προοικονομεῖ ὁ ποιητήϲ, βουλόμενοϲ εἰπεῖν τὴν ἀφάνειαν αὐτῶν. ἠγνόει δὲ τὰ περὶ οὐτων ἴϲωϲ μὴ ϲυγχωρουμένη ϲυντυγχάνειν τοῖϲ αίχμαλώτοιϲ.
[3.276b] 276. διὰ τί βουλόμενοϲ ἐπιορκῆϲαι τοὺϲ Τρῶαϲ ὁ ποιητήϲ, ἱνα[313] εὐλόγωϲ ἀπόλωνται, οὐδαμοῦ πεποίηκεν ἐπιορκοῦνταϲ ἀλλ’ οἴεται: ὁ γὰρ ὅρκοϲ ἦν, εἰ λεξανδρον ἀποκτείνειεν ὁ Μενέλαοϲ, ἀποδοθῆναι [314] [315] τὴν Ἑλένην· οὐκ ἀναιρεθέντοϲ δὲ οὐδαμοῦ ἠδίκουν μὴ ἀποδιδόντεϲ οὐδ’ ἐπιώρκηϲαν. φηϲὶ δ’ Ἀριϲτοτέληϲ, ὅτι οὐδ’ ὁ ποιητὴϲ λέγει ὡϲ ἐπιώρκηϲαν, καθάπερ ἐπ’ ἄλλων· ὥϲ φᾶ το καί ῥ’ ἐπίορκον ὥμοϲεν Κ 332), ἀλλ’ ὅτι κατάρατοι ἦϲαν· αὐτοὶ γὰρ ἑαυτοῖϲ κατηράϲαντο εἰπόντεϲ· Ζεῦ κύδιϲτε μέγιϲτε καὶ ἀθάν ατοι θεοὶ ἄλλοι, ὁπ πότεροι π ρότεροι ὑπὲρ ὅρκια πημήνειαν, ὧδέ ϲφ’ ἐγκέφαλοϲ χαμάδιϲ δέοι ὡϲ ὅδε οiνοϲ (Γ 298 — 300). οὐκ ἐπιώρκηϲαν μὲν οὖν, ἐκακούργηϲαν δὲ καὶ ἔβλαψαν τοὺϲ ὅρκουϲ· ἐπάρατοι οὖν ἦϲαν. ταῦτά τοι καὶ Ἥρα πειρᾶται, ἐξ αὐτῶν ὡν κατηράϲαντο γενέϲθαι αὐτοῖϲ τὴν βλάβην εὐξαμένων γὰρ ἐκείνων· ὁ π πότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν, ὧ δέ ϲφ’ ἐγκἐφα λοϲ χαμάδιϲ διϲ. ῥέοι ὡϲ ὅδε οἰν οϲ, ἡ Ἥρα αὐτὸ τοῦτο παρακελεύεται τῇ Ἀθηνᾷ· ἐλθεῖν ἐϲ Γρώ ων καὶ Ἀχαιῶν φύλοπιν αἰν ήν, πειρᾶν δ’ ὥϲ κεν Τ ρῶεϲ ὑπερκύδανταϲ Ἀλχαιοὺϲ ἄρξωϲιν πρότεροι ὑπὲρ ὅρκια δηλήϲαϲθαι ( Δ 65 — 67). τὸ δὲ βλάψαι οὐκ ἔϲτιν ἐπίορκῆϲαι.
[3.277] 277. ad μ 374 pertinet.
[316]
[3.281] 281 sqq. διὰ τί τὸν Μενέλαον ἐποίηϲε μονομαχοῶντα, οὐδὲ γὰρ ἔξ ἴϲου ἦν ἡ μονομαχία. ὁ μὲν· γὰρ Ἀλέξανδροϲ περὶ τῶν ἀλλοτρίων ἐύχετο, ὁ δὲ περὶ τῶν ἑαυτοῦ εἴχετο, ἡττηθεὶϲ δὲ τὰ ἑαυτοῦ ἀπέβαλεν, ὁ δὲ Ἀλέξανδροϲ νικήϲαϲ μὲν τὰ ἀλλότρια ἕξειν ἔμελλεν, ἡττηθεὶϲ δὲ οὐδὲν ἀποβαλεῖν τῶν ἑαυτοῦ. οὕτω δὲ πάϲ ἄν τιϲ βούλοιτο μονομαχεῖν περὶ τοῦ ἀγροῦ τοῦ πληϲίον· νικήϲαϲ μὲν λήψεται, ἡττηθεὶϲ δὲ οὐδὲν ἀποβαλεῖ τῶν ἑαυτοῦ. οὕτω μὲν Ἀλέξανδροϲ ἀνόητοϲ ἦν· περὶ ὧν γὰρ εἰχε καὶ τῶν ἑαυτοῦ ἐκράτει. ἀλλ’ ἴϲωϲ ἀμφότερα είκότωϲ. ὁ μὲν γὰρ Ἀλέξανδροϲ περὶ ὡν εἰχεν ἐμάχετο ἀλλ’ οὐ τῶν ἑαυτοῦ, ἵνα [317] [318] γένηται αὺτοῦ, ὁ δὲ Μενέλαοϲ περὶ τῶν ἐαυτοῦ, ἀλλ’ οὐχ ὧν ἐκράτει ἀλλ’ ἵνα κρατήϲῃ. ἔτι δὲ οὐ μόνον ἔδει αὐτὸν κομίϲαϲθαι τὴν Ἑλένην καὶ τὴν κτῆϲιν, ἀλλ’ ἔτι καὶ τιμὴν Ἀλργείοιϲ ἀποτινέμεν ἥν τίν’ ἔοικεν (v. 286).
καὶ διὰ τί ἀβελτέρωϲ τῆϲ μονομαχίαϲ Ἀγαμέμνων ἐπεμελήθη:[319] οὐδὲν γὰρ ἔλαβε βέβαιον οὐδ’ ἐμεϲεγγυήϲατο τὴν Ἑλένην, περὶ ἧϲ ὁ ἀγών, ἀλλ’ ἐπ’ ἐκείνοιϲ ἐγένετο τὸ μὴ ἀποδοῦναι. λύεται δὲ ἐκ τοὴ ἔθουϲ. οὐ γὰρ ν τὸ όρχαῖον τὰ πρὸϲ ἀλλλουϲ διὰ πολλῆϲ φυλακῆϲ, ἀλλ’ ἁπλῶϲ ϲυνέβαλλον, καὶ ἐπιβουλαὶ καὶ ἀπάται οὐκ ἦϲαν, πρὸϲ ἃϲ αἱ τοιαῦται εὐλάβειαι εὺρέθηϲαν. ἐπεὶ διὰ τί Ἀγαμέμνων καὶ Μενέλαοϲ ἀδορυφὸρητοι ἦϲαν, ὧν ἀναιρεθέντων ἐλέλυτο ἂν ἡ ϲτρατιά; ἀλλ’ οὔπω τότε ἦϲαν αἱ πολιτικαὶ ἐπιβουλαί. ὁ δὲ ποιητὴϲ μιμητὴϲ ὤν τὰ ὑπάρχοντα ἐποίει, ἀλλ’ οὐ τὰ μέλλοντα.
[3.306] 306. διὰ τί ὁ Πρίαμοϲ τὸν μὲν Ἀλέξανδρον καὶ τὸν Μενέλαον[320] οὐκ ἂν ἔφη δύναϲθαι ἰδεῖν μαχομένουϲ, ἀλλ’ ῷχετο ἀπιών, τὸν δ’ Ἀχιλλέα καὶ Ἕκτορα θεωρεῖ ὃν μᾶλλον ἐφίλει, ἢ ὅτι ὁ μὲν αἴτιοϲ τῶν κακῶν ὤν μονομαχήϲειν ἔμελλεν· ὁ δοὺϲ οὖν τὸ χρῆναι αὐτὸν μονομαχεῖν τῇ τύχη ἐπέτρεψε τὸ τέλοϲ, αὐτὸϲ ἀφιϲτάμενοϲ τοῦ θορύβου. φηϲὶ γὰρ Ζε ὺϲ μέν που τό γε οἶδεν, ὁπποτέρ ῳ θανάτοιο τέλοϲ πεπρωμένον ἐϲτίν (v. 308, 9). ὅπου δὲ οὐ ϲυγκατατίθεται τῇ μάχῃ, πείθεϲθαι δὲ παρακαλεῖ τὸν υἱὸν ἀναχωρεῖν, ἐλπίδι τῆϲ ἀναχωρήϲεωϲ ἐπιμένει, ἱκέτηϲ ἀλλ’ οὐ θεατὴϲ γινόμενοϲ· ἄχρι γὰρ τέλουϲ ἡ ἐλπὶϲ τοῦ πειϲθῆναι δεόμενον κατεῖχεν. οὕτωϲ γὰρ καὶ ἡ μήτηρ πάρεϲτιν, οὐχ ἵνα θεάϲηται μαχόμενον, ἀλλ’ ἵνα μὴ θεάϲηται, είϲελθόντοϲ αὐτοῦ, δεομένη. καὶ ἅμα τῷ ποιητῇ ἡ τραγῳδία ἀνύεται δι οἴκτου ψυχαγωγοῦϲα τὸν ἀκροατήν, τούτων παρήντων. ἔπειτα ἐπὶ μὲν τοῦ Ἀλεξάνδρου ἐπὶ τῷ πεδίῳ ἡ μάχη ἦν, ἐπὶ δὲ τοῦ Ἐκτοροϲ παρὰ τὸ τῆϲ πόλεωϲ τεῖχοϲ. ϲυνεωϲμένων δὲ τῶν μὲν Πρώων εἰϲ τὴν πόλιν, τῶν δ’ Ἀχαίων ἐφεϲτηκότων καὶ τοῦ Ἀχιλλέωϲ θέοντοϲ περὶ τὸ τεῖχοϲ, ἀναγκαῖον ἦν οὐ τὸν Πρίαμον μόνον ἀλλὰ καὶ τὴν ἄλλην ἄπαϲαν ὥχρηϲτον ἡλικίαν παρεῖναι διὰ τὸ μέγεθοϲ τοῦ κινδύνου.
[…] πῶϲ οὖν Ἀλεξάνδρου μὲν τὸ μονομαχιον οὐ καρτερεῖ[321] θεωρεῖν, Ἕξκτοροϲ δέ; ἢ ὅτι ὁ μὲν ἐντὸϲ τῷ πεδίῳ ϲυνέβαλεν, ὁ δὲ πρὸ τοῦ τείχουϲ, ἔνθα παρῆϲαν πάντεϲ ⟨post h. v. ras. un. litt.⟩ τῷ μεγέθει τοῦ κινδύνου καταπληϲϲὸμενοι. ἄλλωϲ τε ἐκεῖνον μὲν ἀπιών ἐῇ πολεμεῖν, εἰ δὼϲ ὀλίγον λειπόμενον Μενελάου καὶ τῶν Δαναῶν ⟨?,θανάτων⟩ [322] [323] ⟨των cod.⟩ πρόξενον γεγονότα, καὶ ὅτι οὐδὲν πρὸϲ ϲωτηρίαν τῆϲ πὸλεωϲ ἐκεῖνοϲ ὡϲ Ἕξκτωρ ἠδύνατο τὸν δὲ μένων ἱκετεύει μὴ πολεμεῖν, τὸ διάφορον ἑκατέρων εἰδώϲ τῆϲ τε ἰϲχύοϲ καὶ τῆϲ πρὸϲ τὴν πόλιν ὠφελείαϲ. ἄλλωϲ τε οὐ θεατὴϲ τοῦ πολεμεῖν ἀλλ’ ἱκέτηϲ τοῦ μὴ πολεμεῖν ἐπιμένει.
[324]
διὰ τί χωρίζεται ὁ Πρίαμοϲ. καὶ οἱ μέν φαϲιν ὅτι ἵνα ἀφ’ ὕψουϲ κρεῖϲϲον ⟨κρείϲϲων cod.⟩ θεωρήϲῃ ἀπὸ τῆϲ πόλεωϲ τὴν μονομαχίαν, οἱ δὲ ἵνα φυλάξη τὰ τείχη. ἄλλοι δὲ τὴν Ὁμηρικὴν λύϲιν προίϲχονται, τὸ o ὔπω τλήϲομ’ ὁφθ αλμοῖϲιν ὁρα ϲθαι. ὅπερ ἄμεινον.
[325]
[3.315] 315. 16. ἄλογον δοκεῖ ⟨δοκεῖ μὲν ἄλογον Et⟩ εἶναι ἐπὶ μόνων τούτων διαμετρεῖν τὸν χῶρον καὶ κληρον η δὲ λύϲιϲ ἐκ τοῦ καιροῦ· υπὲρ γὰρ τῶν ὅλων αiτη μόνη εἰϲήχθη ἡ μάχη.
[326]
[…] χ ῶρον δὲ διεμέτρεον· οὐ γὰρ ἔδει ἐξελθεῖν, ὡϲ ἄν τοῦ παρεξελθὸντοϲ πεφευγὸτοϲ καὶ διὰ τοῦτο ἡττηθέντοϲ, κἄν ἔξω γενόμενοϲ τὸ χώρου πολεμῇ. ἐπὶ τούτοιϲ οὖν τῶν ϲυνθηκῶν γεγονυιῶν καὶ τῆϲ μάχηϲ δι’ ὅπλων ἀφοριϲθείϲηϲ, ἀφανοῦϲ γενομένου τοῦ Ἀλεάνδρου, τοξευθέντοϲ δὲ τοῦ Μενελάου, καὶ ἀδήλου ὄντοϲ ὑπὸ τίνοϲ, κἄν μήποτε ὑπ’ Ἀλεξάνδρου ἢ ὑπ’ ἄλλου τινόϲ — ὡϲ ἐδηλοῦτο ἐκ τοῦ φάναι τὸν κήρυκα· Ὅν τιϲ ὀιϲτεύϲαϲ ἔβ αλεν τ ὸξων ε ὖ εἰδώϲ ( Δ 206)· καὶ τοξεύων δὲ διὰ τοῦτο κρύπτεται· πρόϲθεν γὰρ ϲάκεα ϲχέθον ἐϲθλοὶ ἑταῖροι (Δ 113) καὶ ἐπαγγελία ὅτι ἐάν τιϲ τοξεύϲῃ τὸν Μενέλαον λήψεται δῶρα παρὰ Ἀλεξάνδρου Δ 69 ), καὶ οὐκ ἄλλωϲ [327] [328] ἐκδίδοται ὁ Μενέλαοϲ, καίτοι οὐτοϲ μὲν ἦν ὡπλιϲμένοϲ ἔτι, Ἀλγαμεμνων δὲ καὶ οἱ ἄλλοι ἄοπλοι· πάντωϲ οὑν ἵνα δόξη Ἀλέξανδροϲ αὐτὸν τοξεύειν καὶ διὰ τοῦτο ἀνακεχωρηκέναι ἐκ τοῦ ϲτρατοπέδου εἰϲ δόλον καὶ μηχανὴν κατὰ τὸ Μενελάου πάντα οὖν ταῦτα προῖδόμενοι διαμετροῦϲι τὸν χῶρον καὶ ὅρκοιϲ πιϲτοῦνται τὰ παρόντα, ἱνα ὁ παρελθὼν ἔνοχοϲ γένηται τῆ ἐπιορκίᾳ, ἐπεὶ καὶ ὁ Ἀλέξανδροϲ εἰ παρεξελθών τὸν τόπον ἐξεβλ […] Μενέλαοϲ δ’ οὐ […] τοῦτο ἐγίνετο τῶν ϲυνθηκῶν μὴ ϲωζομένων. ἵν’ οὖν παραϲπονδήϲαντεϲ φωραθῶϲι, περιγράφεται ὁ τόποϲ τοῦ μονομαχίου. ἐκ τούτου λύεται καὶ ἡ αἰτία δι’ ἣν οὐ τὸν Ἀλγαμεμνονα τοξεύει ἢ ἄλλον τινὰ τῶν ἀρίϲτων ὁ […] εὐμαρὲϲ ἂν διὰ τὸ εἰναι ἀνόπλουϲ, ἀλλὰ τὸν Μενέλαον ἔνοπλον ὄντα· δῆλον γὰρ ὅτι ὑποκρίνεται τὸν Ἀλέξανδρον ὁ Πάνδαροϲ, ὡϲ ἂν δὴ τούτου τοξεύϲαντοϲ τὸν ἀνθεϲτῶτα καὶ μηδεμιᾶϲ παρα[βάϲεωϲ] τῶν ὅρκων ὑπ’ ἄλλου γεγονυίαϲ. διὸ καὶ προϲάγει τὸν Ἀλέξανδρον παρδαλέαν ὤὑμοιϲιν ἔχοντα καὶ καμπύλα τόξα. ἱνα καὶ χρώμενοϲ τούτοιϲ εὐλόγωϲ μετὰ ταῦτα ὑπονοηθῇ.
καὶ πῶϲ ἐπὶ Ἕκτοροϲ, ἔνθα Αἴαντι μονομαχεῖ ) Η 225), μὴ διαμετρεῖται[329] ὁ τόποϲ; ἢ ὅτι ἐκεῖνοι μὲν περὶ τῆϲ ἀλλήλων ϲφαγῆϲ διαμιλλῶνται, ἐνθάδε δὲ περὶ τῆϲ κοινῆϲ ἐλπίδοϲ ἐϲτὶν ὁ πόλεμοϲ· διὸ οἵ τε ὅρκοι καὶ ἡ γύμνωϲιϲ τῶν ϲτρατῶν, μή πώϲ τιϲ ἔνοπλοϲ ὤν προϲαμύνῃ διεμέτρεον τῷ ϲτρατηγῷ. ἢ ὅτι ἡ διαμέτρηϲιϲ καρτερικωτέρουϲ ἐργάζεται τοὺϲ πολεμοῦνταϲ. ἄλλωϲ τε δὲ δεδίαϲι μὴ τοξὸτηϲ Ἀλέξανδροϲ ὤν δραπετεύϲη τὴν ϲυμβολὴν καὶ τὴν τοξείαν ἀντεπειϲάξη Μενελάῳ. ϲκόπει γὰρ ὅτι καὶ αὐτοῦ μὲν ἀφανιϲθέντοϲ. Μενελάου δὲ τοξευθέντοϲ, οὐκ ἴϲαϲι μὴ καὶ αὐτὸϲ εἴη ὁ τοῦτο δράϲαϲ· φηϲὶ γὰρ Ἀγαμέμνων· ὅν τιϲ ὀιϲτεύϲαϲ ἔβ ἅλε τόξων εὖ εἰδ ὡϲ Τρὠων ἢ Λἁυκίων (Δ 196).
[3.327] 327. e schol. ad Κ 107 adscripto, quod in fine operis edendum erit, excerptum.
[3.330] 330. διὰ τί πάνταϲ μονομαχεῖν μέλλονταϲ καὶ εἰ τύχοιεν ὡπλιϲμένοι[330] αὐθιϲ ποιεῖ καθωπλιϲμένουϲ, ἐπιλέγων κνημῖδαϲ μὲν πρῶτον καὶ τὰ ἑξῆϲ (v. 330); ἢ ὅτι τῶν προκλήϲεων γινομένων ἦν ἀναγκαῖον [331] [332] [333] [334] τοὺϲ μέλλονταϲ μονομαχεῖν διαναπαύεϲθαι, καὶ πρὸτερον ἀναψύξανταϲ καὶ νεαλεῖϲ γενομένουϲ οὕτωϲ ἐπὶ τὸν ἀγωνα καθιέναι. εἰκὸϲ δὲ μέλλονταϲ ἰδίᾳ κινδυνεύειν, ἵνα βέλτιον ὤϲιν ὡπλιϲμένοι, ἐξ ἀρχῆϲ καταϲκευάζεϲθαι.
[3.355] 355. v. 281 sqq.
[335]
[3.365] 365 sqq. τί οὖν βλαϲφημεῖ ὁ Μενέλαοϲ ῥητέον οὖν ὅτι οὐ βλαϲφημεῖ ὁ ἥρωϲ ἀλλὰ νεμεϲᾷ ἀρετῇ γὰρ οἰκείᾳ οἰδε πάϲχων ἅπερ οὐκ ἔδει καὶ νεμεϲά δικαίωϲ ἐπὶ τῷ παρ’ ἀξίαν ϲωζομένῳ.
[336]
ἄλογον τὸ μὴ ϲπαϲάμενον τὸ ἐκείνου ξίφοϲ διαχειρίϲαϲθαι αὐτόν. λύεται δ’ ἐκ τοῦ καιροῦ. τὸν γὰρ ἐντὸϲ τοϲούτῳ ἀγῶνι οὐκ εἰκὸϲ ἀπόντα ϲυνοράν. εἰ μὴ καὶ ἐκ τῆϲ λεξεωϲ. λέγει γὰρ τὴν Ἀφροδίτην αὐτῷ θοηθῆϲα, ὥϲτε εἰι ἄν καὶ ἐντὸϲ τῷ τοιούτῳ ϲυλλαμθανομένη.
καὶ διὰ τί ὁ Μενέλαοϲ ϲυγκλαϲθέντοϲ αὐτῷ τοῦ ξίφουϲ οὐκ ἐϲπάϲατο [337]τοῦ Ἀλεξάνδρου, ῥητέον οὖν ὅτι ἢ ἔκφρων ἐγένετο τῷ λογιϲμῷ, ἐκπλαγεὶϲ τῷ κινδύνῳ, ἤ πάντωϲ Ἕλληϲιν ἑλκύϲαι ἠθέληϲεν αὐξων τὸ κατόρθωμα. ἢ καὶ δι’ οἰκονομίαν ὁ ποιητὴϲ ἐϲεϲώκει τὸν Πάριν· ἐλέλυτο γὰρ τὰ τῆϲ ὑποθέϲεωϲ τῷ ἐκείνου θανάτῳ.
[338]
[…] οὐ φονεύει δὲ αὐτὸν τῷ αὐτοῦ ξίφει ἢ ὑπὸ τοῦ καιροῦ ἢ ὑπὸ τῆϲ Ἀφροδίτηϲ ϲφαλλόμενοϲ, ἢ καὶ τοῖϲ ὅπλοιϲ ἀπογνούϲ, ἢκαὶ ὅτι ἴϲον θανάτου ἦν τὸ ὑπεκϲτῆναι τοῦ μετρητοῦ, ἢ ζῶντα αὐτὸν ἑλεῖν βουλόμενοϲ, ὅπερ ἠν μεῖζον. οiτω γὰρ ἂν ἀξίωϲ ἐτιμωρήϲατο αὐτὸν ἤ ϲυντόμωϲ ἀνελών.
[339]
[3.379] 379. 80. αὐτὰρ ὁ ἂ ψ ἐπόρουϲε κατακτάμεναι μενεαίνων ἐγχε ϊ χαλκεῖ ῳ. ἀδύνατόν φαϲιν είναι κατὰ τὸ ἐγχείρημα. ἐρρίφη [340] [341] [342] [343] [344] [345] γὰρ, φηϲὶν,. ἤδη τὸ ἔγχοϲ· ἠίχθη παλάμηφιν ἐτὠϲιον (v. 369). λύεται δὲ ἀπὸ τοῦ ἔθουϲ. δύο γὰρ δόρατα φέρειν νενομιϲμένον ἦν, ὡϲ πολλαχοῦ λέγει· πά λλων δ’ ὀξέα δοῦρα κατὰ ϲτρατὸν ᾤ ὔχετο πάντη (Ζ 104). ἢ ἀπὸ τοῦ καιροῦ· οὐ γὰρ ἔτυχε τότε ἀπολόμενον τὸ ἔγχοϲ, ἀλλ’ ἐπὶ τῷ Ἀλεξάνδρῳ ὑπάρχον, οὗ κατεκυριεύθη.
καὶ πῶϲ φηϲιν ἐκ δέ μοι ἔγχοϲ ἠίχθη; ἢ ὅτι δύο δόρατα[346] ἐβάϲταζεν ἢ τῶν παρόντων ἥρπαϲεν· ἢ τῷ ἐμπεπηγότι αὐτῷ διαχειριϲόμενοϲ ἐπεδίωκεν.
[3.383] 383. κατηγοροῦϲιν ὡϲ προαγωγὸν εἰϲάγοντοϲ αὐτου τὴν θεόν. [347] ἀλλ’ ἐπεὶ ὥρμηται γέλωτα μὲν θέϲθαι τὸν Πάριν, ἐπαινέϲαι δὲ τὴν Ἑλένην, καὶ τοῦ μὲν τὴν ἀκραϲίαν τῆϲ δὲ τὸ ϲῶφρον ὑπ’ ὄψιν ἄγειν οὐ δύναται δὲ διεϲτῶτα τὰ πρόϲωπα δι’ ἑτέρου ϲυμβιβάζειν, ἐπίτηδεϲ αὐτὴ δ’ παρέλαβε τὴν Ἀφροδίτην. καλεῖ δὲ αὐτὴν ὅπωϲ μὴ διὰ τοῦ τείχουϲ ἀποδοθῇ, ἢ μήπωϲ οἰόμενοϲ αὐτὴν ἀποδεδόϲθαι διαχειρίϲηται ἑαυτόν.
[3.396] 396 97. ἀδύνατόν φαϲιν εἰϲ γραῦν μεταβαλεῖν τὴν ἰδέαν τὴν[348] Ἀφροδίτην καὶ νοῆϲαι τὴν Ἑλένην τὴν τῆϲ θεᾶϲ δειρήν. λύϲιϲ· πολλαχου ποιεῖται τοὺϲ ἡμιθέουϲ τεκμαιρομένουϲ τὰϲ τῶν θεῶν μορφάϲ, ὡϲ ὅταν ὁ Ποϲειδῶν Κάλχαντι ἀπεικαϲθεὶϲ φαίνηται ὅ τε Αἴαϲ φηϲίν’ οὐδ’ ὅγε Κάλχαϲ ἐϲτὶ θεοπρόποϲ· ἴχνια δὲ μετόπιϲθε π οδ ὧν· ἠδὲ κνημάων ῥεῖ’ ἔγνων ἀπιόντοϲ· ἀρίγνωτοι δὲ θεοί περ ( 70 — 72).
[3.441] 441. διὰ τί τὸν Ἀλέξανδρον πεποίηκεν οὕτωϲ ἄθλιον, ὥϲτε μὴ[349] μόνον ἡττηθῆναι μονομαχοῦντα, ἀλλὰ καὶ φυγεῖν, καὶ ἀφροδιϲίιω απείομεν [350] [351] [352] [353] [354] [355] [356]μεμνημένον εὐθύϲ, καὶ ἐρᾶν μάλιϲτα τότε φάϲκοντα καὶ οὕτωϲ ἀϲώτωϲ διακεῖϲθαι; Ἀλριϲτοτέληϲ μέν φηϲιν εἰκότωϲ· ἐρωτικῶϲ μὲν γὰρ καὶ πρότερον διέκειτο, ἐπέτεινε δὲ τότε. πάντεϲ γάρ, ὅτε μὴ ἐξῇ ἢ φοβοῦνται μὴ ἕξουϲι, τότε ἐρῶϲι μάλιϲτα· διὸ καὶ νουθετούμενοι ἐπιτείνουϲι μᾶλλον· ἐκείνῳ δὲ ἡ μάχη τοῦτο ἐποίηϲεν. οἱ δὲ ὅτι ἡ προϲδοκία τῆϲ ἀπὸδόϲεωϲ ἤγειρε ϲφοδρότερον τὴν ἐπιθυμίαν διὰ τὴν μέλλουϲαν ἀφαίρεϲιν. οἱ δὲ ὅτι ἡ Ἀλφροδίτη παροῦϲα οὐ μόνον ἐκ τῆϲ μάχηϲ αὐτὸν ἐρρύϲατο, ἀλλὰ καὶ λελυπημένον διὰ τὴν ἧτταν εἰϲ παρηγορίαν ῆγε, μεταβαλοῦϲα τὴν τῆϲ ψυχῆϲ κατήφειαν εἰϲ τὸ ἡδὺ τῆϲ ἐπιθυμίαϲ. ἄλλοι δὲ ὅτι Ἑλένηϲ ἀνακτώμενοϲ τὴν εὔνοιαν ϲφοδρότερον τὸν ἔρον ἐπιτετάϲθαι λέγει· ἐνόμιϲε γὰρ τὴν αὐτὴν χαλεπῶϲ φέρειν δι’ ὃ ϲυνέθετο ὥὑϲπερ ἔκδοτον τοῖϲ Ἀχαιοῖϲ γενομένην. ἱνα δὲ ἐπιδείξῃ οἰὸϲ ἧν Ἀλέξανδροϲ, ἔν τε τῷ πολέμῳ ἐποίηϲε θραϲὺν ἅμα καὶ δειλὸν ἐπί τε τῆϲ οἰκίαϲ ἀϲελγῆ καὶ καταφρονητὴν δόξηϲ. χαρακτηρίζει γὰρ διὰ τούτων τὸ ἦθοϲ τοῦ αἰτίου τῶν κακῶν τοῖϲ πάϲι διὰ τὴν ἀϲέλγειαν γενομένου.
[357]
[3.457] 457. διὰ τί, τῶν ϲυνθηκῶν ὑπὸ Ἀλγαμεμνονοϲ τοιούτων γεγονυιῶν εἰ μέν κεν Μενλαον Ἀλξανδροϲ καταβαλεῖν πἐφν ῃ, ὐτὸϲ ἔπειθ Ἑλἐνην ἐχέτω, ἡμεῖϲ δ’ ἐντὸϲ νήεϲϲι νεώμεθα· εἰ δέ κ Ἀλέξανδρον κίειν η Μενἐλαοϲ, ρῶαϲ ἔπειθ’ Ἑλένην καὶ κτήματα πάντ’ ἀ ποδ o ῦναι τιμήν τ’ Ἀλργείοιϲ ἀ ποτινέμεν, ἥν τιν’ ἔοικεν· εἰ δ’ἂν ἐμοὶ Πρίαμοϲ Πριάμοιό τε παῖδεϲ τίνειν οὐκ ἐθέλουϲιν ⟨ἐθέλωϲιν Κammer, p. 35⟩, αὐτὰρ ἐγ ὼ καὶ ἔπειτα μαχέϲϲομαι εῖνεκα ποινῆϲ (v. 281 aqq.), τῶν γοῦν ϲυνθηκῶν τοιούτων γεγονυιῶν ⟨τοιούτ. γεγ. addidi, om. cod. aliter Kamm. l. c.⟩, τῆϲ νίκηϲ διὰ ϲφαγῆϲ θατέρου τῶν μαχομένων ὡριϲμένηϲ ⟨ο spr. ω scrpt., cod.⟩ καὶ τοῦ Ἀλεξάνδρου μὴ ἀνῃρημένου, Ἀλγαμέμνων φηϲὶ νίκη μὲν δὴ φαίνεται ἀρηιφίλου Μενελάου, ὑμεῖϲ δ’ Ἀργείην Ἑλἑν ην καὶ κτῆμα θ’ ἄμ’ αὐτ ῇ ἔκδοτε καὶ· τιμὴν ἀποτινέμεν, ἥν τιν’ ἔοικεν (v. 457 58): ἐνῆν γὰρ ἀντικρούειν τὸν τυχόντα, ὅτι εἰ μέν κεν Μενέλαον Ἀλέξανδροϲ ⟨μενέλαοϲ ἀλέξανδρον cod. recte haec et seq. corr. Κamm.⟩ καταπέφν ῃ εἴρηται καὶ εἰ δἐ κ’ Ἀλέξανδρον ⟨ἀλέξανδροϲ cod.⟩ κίειν η ξανθὸϲ Μενέλαοϲ ⟨ξανθὸν μενέλαον cod.⟩. ῥητέον ὅτι ἀπὸ τῶν Ἐκτοροϲ [358] [359] [360] λόγων ἡ ἀπαίτηϲιϲ τῷ Ἀλγαμέμνονι τοῦτον τὸν τρόπον ἐχόντων· κέκλυτέ μευ, Τρῶεϲ καὶ Ἀχαιοί, μῦθον Ἀλεξάνδροιο· ἄλλουϲ μὲν κέλεται Τρῶαϲ καὶ πάνταϲ Ἀχαιούϲ τεύχεα ἀ π οθέϲθαι ἐπὶ χθονί, αὐτὸν δ’ ἐντὸϲ μέϲ ῳ καὶ Μενέλαον οἴουϲ ἀμφ’ Ἑλέν ῃ μάχεϲθαι· ὁ πότεροϲ δέ κε νικήϲ ῃ κρείϲϲων τε γένηται, κτήμαθ’ ἑλὼν ε πάντα γυναῖκά τε οἴκαδ’ ἀγέϲθω (v. 86 — 93). μὴ ῥηθέντοϲ οὖν ὑπὸ τοῦ Ἀλεξάνδρου διὰ τοῦ Ἕξκτοροϲ περὶ ϲφαγῆϲ καὶ θανάτου, περὶ δὲ νίκηϲ καὶ τοῦ ἐκ κρειττόνων γεγονότοϲ, ὁ μὲν Ἀγαμέμνων εὐλόγωϲ ἐξ ὧν εἰρήκαϲιν οἱ πολέμιοι ἀπαιτεῖ τὰϲ ϲυνθήκαϲ, ἐπὶ δ’ ῇνεον ἄλλοι Ἀχαιοί (v. 461 ) οἱ δὲ Τρῶεϲ οὐκέτι ϲυναινοῦϲι, ϲφαγῆϲ μὴ γεγονυίαϲ, ἐξ ὧν εἴρηκε ποιούμενοϲ τὰϲ ϲυνθήκαϲ Ἀγαμέμνων, διὰ ϲφαγῆϲ κρίνεϲθαι τὴν νίκην, εὔλογον τῆϲ ἡϲυχίαϲ πρόφαϲιν φαϲιν λαμβάνοντεϲ, ὥϲτε καὶ ἐνεῖναι διαμφιϲβητεῖν πρὸϲ ἀλλήλουϲ, ἑκατέρων μαρτυρομένων τὰϲ ἀπὸ τῶν άμψιϲβητούντων γεγονυίαϲ ὁμολογίαϲ. ὁ μὲν γὰρ Ἀγαμέμνων ἐρεῖ δεῖν ἀποδιδόναι· τοῦτο γὰρ ὡμολογήθη ὑπὸ Ἕκτοροϲ, τὸ τῷ νικήϲαντι καὶ κρείϲϲονι γεγονότι τὴν ἀπόδοϲιν γίνεϲθαι. ὁ δὲ Ἕκτωρ ἐρεῖ μὴ δεῖν ἀποδιδόναι· ὁμολογεῖϲθαι γὰρ καὶ ϲυγκεῖϲθαι ὑπὸ τοῦ Ἀλγαμεμνονοϲ, θανάτου γεγονότοϲ καὶ ⟨addidi, om. cod.⟩ ϲφαγῆϲ ὅτι δεῖ τὴν ἀπόδοϲιν γίνεϲθαι· μηδενὸϲ δὲ ἀνῃρη μένου μένει ἀκεραίωϲ τὰ πράγματα. πάλιν οὖν ἔδει μονομαχῆϲαι αὐτούϲ· ὅθεν Ἀλεξάνδρου μὲν μὴ φαινομένου, τῶν δὲ ϲυνθηκῶν μενουϲῶν ἔτι, ἐντὸϲ ταῖϲ ϲπονδαῖϲ ἀντ’ Ἀλεξάνδρου ἀντατποκτεῖναι θελήϲαϲ τὸν Μενέλαον καὶ τοξεύϲαϲ ϲυγκέχυκε τοὺϲ ὅρκουϲ ὁ Πάνδαροϲ ⟨ὁ Πανδ. addidit Kamm. om. cod.⟩ καὶ πάνταϲ ἐπαιτίουϲ ἐπιορκίαϲ ⟨ἐπὶ τὴν ἐπιορκίαν cod.: emend. Lehrs ap. Kamm.⟩ τούϲ μήτε τὸν Ἀλέξανδρον ἐκδεδωκόταϲ μήτε τὸν τοξεύϲαντα τὸν Μενέλαον πεποίηκεν.