Pular para o conteúdo

Κεφαλαίων καταγραφή Ῥωμαϊκά

Plutarch · Parte 60

[60] “διὰ τί, δυεῖν βωμῶν Ἡρακλέους ὄντων, οὐ μεταλαμβάνουσι γυναῖκες οὐδὲ γεύονται τῶν ἐπὶ τοῦ μείζονος θυομένων;” πότερον ὅτι τῶν ἱερῶν αἱ περὶ τὴν Καρμένταν ὑστέρησαν, ὑστέρησε δὲ καὶ τὸ Πιναρίων [278f] γένος· ὅθεν εἰργόμενοι τῆς θοίνης, ἑστιωμένων τῶν ἄλλων, Πινάριοι προσηγορεύθησαν· ἢ διὰ τὰ μυθολογούμενα περὶ τοῦ χιτῶνος καὶ τῆς Δηιανείρας;