Pular para o conteúdo

Κεφαλαίων καταγραφή Ῥωμαϊκά

Plutarch · Parte 59

[59] “διὰ τί κοινὸς ἦν βωμὸς Ἡρακλέους καὶ [278e] Μουσῶν;” ἦ ὅτι γράμματα τοὺς περὶ Εὔανδρον ἐδίδαξεν Ἡρακλῆς, ὡς Ἰόβας [109] ἱστόρηκε; καὶ τὸ πρᾶγμα σεμνὸν ἐνομίζετο, φίλους καὶ συγγενεῖς διδασκόντων· ὀψὲ δʼ ἤρξαντο μισθοῦ διδάσκειν, καὶ πρῶτος ἀνέῳξε γραμματοδιδασκαλεῖον Σπόριος Καρβίλιος, ἀπελεύθερος Καρβιλίου τοῦ πρώτου γαμετὴν ἐκβαλόντος.