[49] “διὰ τί τοὺς παραγγέλλοντας ἀρχὴν [88] ἔθος ἦν ἐν ἱματίῳ τοῦτο ποιεῖν ἀχίτωνας, ὡς Κάτων ἱστόρηκε;” πότερον ἵνα μὴ δεκάζωσιν ἀργύριον ἐν [276d] τῷ κόλπῳ κομίζοντες, ἢ μᾶλλον ὅτι τοὺς ἀξίους ἄρχειν οὐ γένεσιν οὐδὲ χρήμασιν οὐδὲ δόξαις ἀλλὰ τραύμασι καὶ ὠτειλαῖς ἔκρινον; ὅπως οὖν ταῦτα καθορῷτο τοῖς ἐντυγχάνουσιν, ἀχίτωνες ἐπὶ τὰς παραγγελίας [89] κατῄεσαν; ἢ καθάπερ τῷ δεξιοῦσθαι καὶ παρακαλεῖν καὶ ὑποπίπτειν, οὕτω τῇ γυμνότητι ταπεινοῦντες ἑαυτοὺς ἐδημαγώγουν;