Pular para o conteúdo

Κεφαλαίων καταγραφή Ῥωμαϊκά

Plutarch · Parte 48

[48] “διὰ τί τῇ τῶν Κωνσυαλίων ἑορτῇ καὶ τοὺς ἵππους καὶ τοὺς ὄνους στεφανοῦσι καὶ σχολάζειν ἐῶσι;” πότερον ὅτι Ποσειδῶνι μὲν ἄγουσιν Ἱππείῳ τὴν ἑορτὴν, ὁ δʼ ὄνος τῷ ἵππῳ συναπολαύει καὶ συμμετέχει τῆς ἀδείας· ἢ ὅτι, ναυτιλίας φανείσης καὶ κομιδῆς κατὰ θάλατταν, ὑπῆρξέ τις ἀμωσγέπως ῥᾳστώνη καὶ ἀνάπαυσις τοῖς ὑποζυγίοις;