[56] “διὰ τί τὸ τῆς Καρμέντης ἱερὸν ἐξ ἀρχῆς δοκοῦσιν αἱ μητέρες ἱδρύσασθαι καὶ νῦν μάλιστα σέβονται;”
λέγεται γάρ τις λόγος, ὡς ἐκωλύθησαν ὑπὸ τῆς βουλῆς αἱ γυναῖκες ὀχήμασι χρῆσθαι ζευκτοῖς· συνέθεντο οὖν [117] ἀλλήλαις μὴ κυΐσκεσθαι μηδὲ τίκτειν, ἀμυνόμεναι τοὺς ἄνδρας, ἄχρις οὗ μετέγνωσαν καὶ συνεχώρησαν αὐταῖς· γενομένων δὲ παίδων εὐτεκνοῦσαι καὶ πολυτεκνοῦσαι τὸ τῆς Καρμέντης ἱερὸν ἱδρύσαντο.