τὴν δὲ Καρμένταν οἱ μὲν [118] Εὐάνδρου μητέρα [278c] λέγουσιν οὖσαν ἐλθεῖν εἰς Ἰταλίαν ὀνομαζομένην Θέμιν, ὡς δʼ ἔνιοι, Νικοστράτην· ἐμμέτρους δὲ χρησμοὺς ᾄδουσαν ὑπὸ τῶν Λατίνων Καρμένταν ὀνομάζεσθαι· τὰ γὰρ ἔπη “κάρμινα” καλοῦσιν.
οἱ δὲ Μοῖραν ἡγοῦνται τὴν Καρμένταν εἶναι καὶ διὰ τοῦτο θύειν αὐτῇ τὰς μητέρας. ἔστι δὲ τοῦ ὀνόματος τὸ ἔτυμον “ἐστερημένη νοῦ” διὰ τὰς θεοφορήσεις. ὅθεν οὐ τὰ κάρμινα τῇ Καρμέντῃ τοὔνομα παρέσχεν, ἀλλὰ μᾶλλον ἀπʼ ἐκείνης ἐκλήθη διὰ τὸ τοὺς χρησμοὺς ἐν ἔπεσι καὶ μέτροις ἐνθουσιῶσαν ᾄδειν.