[54] “διὰ τί τὰ κρεοπώλια “μάκελλα” καὶ “μακέλλας” καλοῦσι;”
πότερον ἀπὸ τῶν μαγείρων τοὔνομα διαφθαρέν, ὥσπερ ἄλλα πολλά, τῇ συνηθείᾳ κεκράτηκε; καὶ γὰρ τὸ κάππα πρὸς τὸ γάμμα συγγένειαν ἔχει παρʼ αὐτοῖς· ἀψὲ γὰρ ἐχρήσαντο τῷ γάμμα Καρβιλίου [114] Σπορίου προσεξευρόντος· καὶ τὸ λάμβδα πάλιν τοῖς ἀπολισθάνουσι τοῦ ρ διʼ ἀμβλύτητα τῆς γλώττης ὑπόκειται τραυλιζόμενον.