Pular para o conteúdo

Ἀίτια Ῥωμαϊκά

Plutarch · Parte 277-3

ἢ ὅτι Ῥωμύλῳ πολὺν χρόνον ἐπολέμησαν οἱ λεγόμενοι Οὐήιοι Τυρρηνῶν, καὶ ταύτην τὴν πόλιν ἐσχάτην εἷλε, καὶ πολλοὺς αἰχμαλώτους ἀπεκήρυξε μετὰ τοῦ βασιλέως ἐπισκώπτων αὐτοῦ τὴν ἠλιθιότητα [277d] καὶ τὴν ἀβελτερίαν; ἐπεὶ δὲ Λυδοὶ μὲν ἦσαν οἱ Τυρρηνοὶ ἐξ ἀρχῆς, Λυδῶν δὲ μητρόπολις αἱ [113] Σάρδεις, οὕτω τοὺς Οὐηίους ἀπεκήρυττον· καὶ μέχρι νῦν ἐν παιδιᾷ τὸ ἔθος διαφυλάττουσι.