[34] “διὰ τί τῶν ἄλλων Ῥωμαίων ἐν τῷ Φεβρουαρίῳ [272d] μηνὶ ποιουμένων χοὰς καὶ ἐναγισμοὺς τοῖς τεθνηκόσι Δέκιμος Βροῦτος, ὡς Κικέρων ἱστόρηκεν, ἐν τῷ Δεκεμβρίῳ τοῦτʼ ἔπραττεν; ἦν δʼ οὗτος ὁ Λυσιτάνειαν ἐπελθὼν καὶ πρῶτος ἐπέκεινα στρατῷ διαβὰς τὸν τῆς Λήθης ποταμόν.”
πότερον, ὥσπερ ἡμέρας ληγούσης καὶ μηνὸς φθίνοντος εἰώθασιν ἐναγίζειν οἱ πολλοί, λόγον ἔχει καὶ τοῦ ἐνιαυτοῦ καταστρέφοντος ἐν τῷ τελευταίῳ μηνὶ τιμᾶν τοὺς τεθνηκότας; ἔστι, δὲ τῶν μηνῶν τελευταῖος ὁ Δεκέμβριος.