ἢ χθονίων μὲν αἱ τιμαὶ θεῶν, τιμᾶν δὲ τοὺς χθονίους ὡραῖόν ἐστι, τῶν καρπῶν ἁπάντων [272e] εἰληφότων συντέλειαν;
ἤ ὅτε κινοῦσι τὴν γῆν ἀρχόμενοι σπόρου μεμνῆσθαι μάλιστα τῶν κάτω προσήκει;
ἢ Κρόνῳ μὲν οὗτος ὁ μὴν ὑπὸ Ῥωμαίων καθιέρωται, Κρόνον δὲ τῶν κάτω θεῶν οὐ τῶν ἄνω νομίζουσιν;
ἤ μεγίστης αὐτοῖς ἑορτῆς τῶν Κρονίων καθεστώσης καὶ συνουσίας τε πλείστας καὶ ἀπολαύσεις ἔχειν δοκούσης, ἔδοξε καὶ ταύτης ἀπονέμειν τινὰς ἀπαρχὰς τοῖς τεθνηκόσιν;
ἢ τοῦτο, τὸ [76] μόνον Βροῦτον ἐναγίζειν ἐν τῷ μηνὶ τούτῳ, καθόλου ψεῦδός ἐστι; καὶ γὰρ τῇ Λαρεντίᾳ ποιοῦσι τὸν ἐναγισμὸν καὶ χοὰς ἐπιφέρουσιν ἐπὶ τὸν τάφον τοῦ Δεκεμβρίου μηνός.