Pular para o conteúdo

Ἀίτια Ῥωμαϊκά

Plutarch · Parte 274

ἢ δεῖ τὸν συνιστάμενον πολεμίοις καὶ μαχόμενον [274a], ἂν ἀποδειλιάσῃ, μὴ ἀνυπεύθυνον εἶναι μηδʼ ἀθῷον; οὐ γὰρ οὕτω βαλών τινα καὶ τρώσας ὠφέλησεν [83], ὡς φυγὼν καὶ ἀναχωρήσας ἔβλαψεν. ὁ μὲν οὖν ἀφειμένος στρατείας ἀπήλλακται τῶν στρατιωτικῶν νόμων· ὁ δʼ αἰτησάμενος τὸ πράττειν τὰ τῶν στρατευομένων πάλιν ἑαυτὸν ὑπεύθυνον τῷ νόμῳ καὶ τῷ στρατηγῷ δέδωκεν.