Pular para o conteúdo

Ἀίτια Ῥωμαϊκά

Plutarch · Parte 273-5

καὶ τοῦτο Κάτων ὁ πρεσβύτης ἐν ἐπιστολῇ τινι δεδήλωκε, γράφων πρὸς τὸν υἱὸν καὶ κελεύων, εἰ [273f] παρεθείη τῆς στρατείας ἀποπληρώσας τὸν χρόνον, ὑποστρέφειν· ἢ προσμένοντα λαβεῖν παρὰ τοῦ στρατηγοῦ τὸ ἐξεῖναι τρῶσαι καὶ ἀνελεῖν πολέμιον.

πότερον ὅτι τὴν ἀνάγκην μόνην ἐξουσίαν εἶναι [82] δεῖ τοῦ ἀνελεῖν ἄνθρωπον, ὁ δʼ ἄνευ νόμου καὶ προστάγματος τοῦτο ποιῶν ἀνδροφόνος ἐστί; διὸ καὶ Χρυσάνταν ἐπῄνεσεν ὁ Κῦρος, ὅτι μέλλων ἀναιρεῖν πολέμιον καὶ τὴν κοπίδα διηρμένος, ἀκούσας τὸ ἀνακλητικὸν ἀφῆκε τὸν ἄνδρα καὶ οὐκ ἔπαισεν ὡς κεκωλυμένος.