Pular para o conteúdo

Ἀίτια Ῥωμαϊκά

Plutarch · Parte 23

[23] “διὰ τί τὰ πρὸς [40] τὰς ταφὰς πιπράσκουσιν ἐν [269b] τῷ τεμένει τῷ Λιβιτίνης νομίζοντες Ἀφροδίτην εἶναι τὴν Λιβιτίνην;”

πότερον καὶ τοῦτο τῶν Νομᾶ τοῦ βασιλέως φιλοσοφημάτων ἕν ἐστιν, ὅπως μανθάνωσι μὴ δυσχεραίνειν τὰ τοιαῦτα μηδὲ φεύγειν ὡς μιασμόν;

ἢ μᾶλλον ὑπόμνησίς ἐστι τοῦ φθαρτὸν εἶναι τὸ γεννητόν, ὡς μιᾶς θεοῦ τὰς γενέσεις καὶ τὰς τελευτὰς ἐπισκοπούσης; καὶ γὰρ ἐν Δελφοῖς Ἀφροδίτης ἐπιτυμβίας ἀγαλμάτιόν ἐστι πρὸς ὃ [41] τοὺς κατοιχομένους ἐπὶ τὰς χοὰς ἀνακαλοῦνται.