Pular para o conteúdo

Ἀίτια Ῥωμαϊκά

Plutarch · Parte 22

[22] “διὰ τί τὸν Ἰανὸν διπρόσωπον οἴονται γεγονέναι καὶ γράφουσιν οὕτω καὶ πλάττουσιν;”

πότερον ὅτι τῷ μὲν γένει Ἕλλην ἐκ Περραιβίας ἦν, ὡς ἱστοροῦσιν, διαβὰς δʼ εἰς Ἰταλίαν καὶ συνοικήσας τοῖς αὐτόθι βαρβάροις μετέβαλε καὶ γλῶτταν καὶ δίαιταν ἢ μᾶλλον ὅτι τοὺς περὶ τὴν Ἰταλίαν φυτοῖς [39] ἀγρίοις καὶ ἀνόμοις χρωμένους ἔθεσιν εἰς ἕτερον βίου σχῆμα, πείσας γεωργεῖν καὶ πολιτεύεσθαι, μετέβαλε καὶ μετεκόσμησεν;