Pular para o conteúdo

Περὶ τῶν ἐκλελοιπότων

Plutarch · Parte 47

[47] κἀγὼ πρὸς αὐτὸν “ἐμὲ δʼ” εἶπον “οὐ κεκίνηκεν ὦ Φίλιππε μόνον ἀλλὰ καὶ συγκέχυκεν, εἰ ἐν τοσούτοις καὶ τηλικούτοις οὖσιν ὑμῖν δοκῶ παρʼ ἡλικίαν τῷ πιθανῷ τοῦ λόγου καλλωπιζόμενος ἀναιρεῖν [435f] τι καὶ κινεῖν τῶν ἀληθῶς καὶ ὁσίως[393] περὶ τοῦ θείου νενομισμένων. ἀπολογήσομαι δὲ μάρτυρα καὶ σύνδικον ὁμοῦ Πλάτωνα[394] παραστησάμενος. ἐκεῖνος γὰρ ἀνὴρ[395] Ἀναξαγόραν μὲν ἐμέμψατο τὸν παλαιόν, ὅτι ταῖς φυσικαῖς ἄγαν ἐνδεδεμένος αἰτίαις καὶ τὸ κατʼ ἀνάγκην τοῖς τῶν σωμάτων ἀποτελούμενον πάθεσι μετιὼν ἀεὶ καὶ διώκων, τὸ οὗ ἕνεκα καὶ ὑφʼ οὗ, βελτίονας αἰτίας οὔσας καὶ ἀρχάς, ἀφῆκεν αὐτὸς δὲ πρῶτος ἢ μάλιστα τῶν φιλοσόφων ἀμφοτέρας [436a] ἐπεξῆλθε, τῷ μὲν θεῷ τὴν ἀρχὴν ἀποδιδοὺς τῶν κατὰ λόγον ἐχόντων, οὐκ ἀποστερῶν δὲ τὴν ὕλην τῶν ἀναγκαίων πρὸς τὸ γιγνόμενον αἰτιῶν, ἀλλὰ συνορῶν, ὅτι τῇδέ πη καὶ τὸ πᾶν αἰσθητὸν διακεκοσμημένον οὐ καθαρὸν δʼ οὐδʼ ἀμιγές; ἐστιν, ἀλλὰ τῆς ὕλης συμπλεκομένης τῷ λόγῳ λαμβάνει τὴν γένεσιν. ὅρα δὲ πρῶτον ἐπὶ τῶν τεχνιτῶν· οἷον εὐθὺς ἡ περιβόητος ἐνταῦθα τοῦ κρατῆρος ἕδρα καὶ βάσις, ἣν Ἡρόδοτος[396] ὑποκρητηρίδιον[397] ὠνόμασεν, αἰτίας μὲν ἔσχε τὰς[398] ὑλικάς, πῦρ καὶ σίδηρον καὶ μάλαξιν διὰ πυρὸς καὶ διʼ[399] ὕδατος βαφήν, ὧν ἄνευ γενέσθαι τὸ [436b] ἔργον οὐδεμία μηχανή· τὴν δὲ κυριωτέραν ἀρχὴν καὶ ταῦτα κινοῦσαν καὶ διὰ τούτων ἐνεργοῦσαν ἡ τέχνη καὶ ὁ λόγος τῷ ἔργῳ παρέσχε. καὶ μὴν τῶν γε μιμημάτων τούτων καὶ εἰδώλων ὁ ποιητὴς καὶ δημιουργὸς ἐπιγέγραπται

γράψε Πολύγνωτος, Θάσιος γένος, Ἀγλαοφῶντος
υἱὸς περθομέναν Ἰλίου ἀκρόπολιν