ὡς” ὁρᾶται[400] γράψας· ἄνευ δὲ φαρμάκων συντριβέντων καὶ συμφθαρέντων ἀλλήλοις οὐδὲν ἦν οἷόν τε τοιαύτην διάθεσιν λαβεῖν καὶ ὄψιν. ἆρʼ οὖν ὁ βουλόμενος ἅπτεσθαι τῆς ὑλικῆς ἀρχῆς, ζητῶν δὲ καὶ [436c] διδάσκων τὰ παθήματα καὶ τὰς μεταβολάς, ἃς ὤχρᾳ μιχθεῖσα σινωπὶς ἴσχει καὶ μέλανι μηλιάς, ἀφαιρεῖται τὴν τοῦ τεχνίτου[401] δόξαν· ὁ δὲ τοῦ σιδήρου τὴν στόμωσιν ἐπεξιὼν καὶ τὴν μάλαξιν, ὅτι τῷ μὲν πυρὶ χαλασθεὶς ἐνδίδωσι[402] καὶ ὑπείκει τοῖς ἐλαύνουσι καὶ πλήττουσιν, ἐμπεσὼν δὲ πάλιν εἰς ὕδωρ ἀκραιφνὲς καὶ τῇ ψυχρότητι διὰ τὴν ὑπὸ πυρὸς ἐγγενομένην ἁπαλότητα καὶ μανότητα πιληθεὶς καὶ καταπυκνωθείς, εὐτονίαν ἴσχει καὶ πῆξιν, ἣν Ὅμηρος[403] “σιδήρου κράτος εἶπεν, ἧττόν τι τῷ τεχνίτῃ τηρεῖ τὴν αἰτίαν τῆς τοῦ ἔργου γενέσεως; ἐγὼ μὲν οὐκ οἴομαι καὶ [436d] γὰρ τῶν ἰατρικῶν δυνάμεων ἔνιοι τὰς ποιότητας ἐλέγχουσι, τὴν δʼ ἰατρικὴν οὐκ ἀναιροῦσιν. ὥσπερ ἀμέλει καὶ[404] Πλάτων[405] ὁρᾶν μὲν ἡμᾶς τῇ παρὰ[406] τῶν ὀφθαλμῶν[407] συγκεραννυμένῃ πρὸς τὸ τοῦ ἡλίου φῶς, ἀκούειν δὲ τῇ πληγῇ τοῦ ἀέρος ἀποφαινόμενος, οὐκ ἀνῄρει τὸ κατὰ λόγον καὶ πρόνοιαν ὁρατικοὺς καὶ ἀκουστικοὺς γεγονέναι.”