[7] εἰπόντος οὖν τοῦ Χίλωνος ὡς Σόλων κατάρχεσθαι [151f] τοῦ λόγου δίκαιός ἐστιν, οὐ μόνον ὅτι πάντων προήκει καθʼ ἡλικίαν καὶ τυγχάνει κατακείμενος πρῶτος, ἀλλʼ ὅτι τὴν μεγίστην καὶ τελειοτάτην ἀρχὴν ἄρχει νόμους Ἀθηναίοις θέμενος, ὁ[30] Νειλόξενος ἡσυχῇ πρὸς ἐμὲ “πολλὰ γʼ” εἶπεν “ὦ Διόκλεις πιστεύεται ψευδῶς, καὶ χαίρουσιν οἱ πολλοὶ λόγους ἀνεπιτηδείους περὶ σοφῶν ἀνδρῶν αὐτοί τε πλάττοντες καὶ δεχόμενοι παρʼ ἑτέρων ἑτοίμως,[31] οἷα καὶ πρὸς ἡμᾶς εἰς Αἴγυπτον ἀπηγγέλη περὶ Χίλωνος, [152a] ὡς ἄρα διαλύσαιτο τὴν πρὸς Σόλωνα φιλίαν καὶ ξενίαν, ὅτι τοὺς νόμους ὁ Σόλων ἔφη μὴ[32] μετακινητοὺς εἶναι.” Καὶ ἐγὼ “γελοῖος” ἔφην “ὁ λόγος· οὕτω γὰρ δεῖ πρῶτον ἀποποιεῖσθαι τὸν Λυκοῦργον αὐτοῖς νόμοις ὅλην μετακινήσαντα τὴν Λακεδαιμονίων πολιτείαν” Μικρὸν οὖν ἐπισχὼν ὁ Σόλων “ἐμοὶ μὲν” ἔφη “δοκεῖ μάλιστʼ ἂν ἔνδοξος γενέσθαι καὶ βασιλεὺς καὶ τύραννος, εἰ δημοκρατίαν ἐκ μοναρχίας κατασκευάσειε τοῖς πολίταις.” Δεύτερος δʼ ὁ Βίας εἶπεν “εἰ, ἀτρόποις[33] χρῷτο τοῖς νόμοις τῆς πατρίδος.” ἐπὶ τούτῳ δʼ ὁ Θαλῆς ἔφησεν εὐδαιμονίαν ἄρχοντος νομίζειν, εἰ τελευτήσειε γηράσας κατὰ φύσιν. τέταρτος Ἀνάχαρσις “εἰ μὴ[34] μόνος εἴη φρόνιμος” Πέμπτος δὲ[35] Κλεόβουλος “εἰ μηδενὶ πιστεύοι τῶν [152b] συνόντων” ἕκτος δʼ ὁ Πιττακὸς “εἰ τοὺς ὑπηκόους ὁ ἄρχων παρασκευάσειε φοβεῖσθαι μὴ αὐτὸν ἀλλʼ ὑπὲρ αὐτοῦ.” Μετὰ τοῦτον ὁ Χίλων ἔφη τὸν ἄρχοντα χρῆναι μηδὲν φρονεῖν θνητόν, ἀλλὰ πάντʼ ἀθάνατα. ῥηθέντων δὲ τούτων ἠξιοῦμεν ἡμεῖς καὶ αὐτὸν εἰπεῖν τι τὸν Περίανδρον. ὁ δʼ οὐ μάλα φαιδρὸς ἀλλὰ συστήσας τὸ πρόσωπον “ἐγὼ τοίνυν” ἔφη “προσαποφαίνομαι τὰς εἰρημένας γνώμας ἁπάσας σχεδὸν ἀφιστάναι[36] τοῦ ἄρχειν τὸν νοῦν ἔχοντα” Καὶ ὁ Αἴσωπος οἷον ἐλεγκτικῶς “ἔδει τοίνυν” ἔφη “τοῦτο καθʼ ἑαυτοὺς περαίνειν καὶ μή, συμβούλους φάσκοντας [152c] εἶναι καὶ φίλους, κατηγόρους γίγνεσθαι τῶν ἀρχόντων” ἁψάμενος οὖν αὐτοῦ τῆς κεφαλῆς ὁ Σόλων καὶ διαμειδιάσας εἶπεν “οὐκ ἂν δοκεῖ σοι μετριώτερον ἄρχοντα ποιεῖν καὶ τύραννον ἐπιεικέστερον ὁ πείθων ὡς ἄμεινον εἴη τὸ μὴ ἄρχειν ἢ τὸ ἄρχειν;” “τίς δʼ ἂν” ἔφη σοὶ τοῦτο πεισθείη μᾶλλον ἢ τῷ θεῷ φράσαντι κατὰ τὸν πρὸς σὲ χρησμὸν
εὔδαιμον πτολίεθρον ἑνὸς κήρυκος ἀκοῦον;