Pular para o conteúdo

Τῶν ἑπτὰ σοφῶν συμπόσιον

Plutarch · Parte 152

Καὶ ὁ Σόλων “ἀλλὰ μήν” ἔφη “καὶ νῦν ἑνὸς Ἀθηναῖοι [152d] κήρυκος ἀκροῶνται καὶ ἄρχοντος τοῦ νόμου, δημοκρατίαν ἔχοντες. σὺ δὲ δεινὸς εἶ κοράκων ἐπαΐειν καὶ κολοιῶν, τῆς δὲ θεοῦ[37] φωνῆς οὐκ ἀκριβῶς ἐξακούεις, ἀλλὰ πόλιν μὲν οἴει κατὰ τὸν θεὸν ἄριστα πράττειν τὴν ἑνὸς ἀκούουσαν, συμποσίου δʼ ἀρετὴν νομίζεις τὸ πάντας διαλέγεσθαι καὶ περὶ πάντων” “σὺ γάρ” ἔφη ὁ Αἴσωπος “οὔπω γέγραφας ὅτι ὅμοιον[38] οἰκέτας μὴ μεθύειν, ὡς[39] ἔγραψας Ἀθήνησιν οἰκέτας μὴ ἐρᾶν μηδὲ ξηραλοιφεῖν.” γελάσαντος οὖν τοῦ Σόλωνος Κλεόδωρος ὁ ἰατρὸς “ἀλλʼ ὅμοιον”[40] ἔφη “τῷ ξηραλοιφεῖν τὸ[41] λαλεῖν ἐν[42] οἴνῳ βρεχόμενον· [152e] ἥδιστον γάρ ἐστι.” Καὶ ὁ Χίλων ὑπολαβὼν ἔφη “διὰ τοῦτό τοι μᾶλλον ἀφεκτέον αὐτοῦ” Πάλιν δʼ ὁ Αἴσωπος “καὶ μήν” ἔφη “Θαλῆς ἔδοξεν εἰπεῖν ὅτι τάχιστα γηράσει”