Pular para o conteúdo

Ὅτι οὐδ' ἡδέως ζῆν ἔστι κατ' Ἐπίκουρον

Plutarch · Parte 3

[3] καὶ ὁ Θέων “ἀλλὰ τοῦτο μέν” εἶπεν “ἂν [1087d] δόξῃ, τοῦ λόγου προϊόντος ἀναθησόμεθα· νῦν δὲ χρησόμεθα τοῖς διδομένοις ὑπʼ αὐτῶν. οἴονται δὲ περὶ γαστέρα τἀγαθὸν εἶναι καὶ τοὺς ἄλλους πόρους τῆς σαρκὸς ἅπαντας, διʼ ὧν ἡδονὴ καὶ μὴ ἀλγηδὼν ἐπεισέρχεται· καὶ πάντα τὰ καλὰ καὶ σοφὰ ἐξευρήματα τῆς περὶ γαστέρα ἡδονῆς ἕνεκα γεγονέναι καὶ τῆς ὑπὲρ ταύτης ἐλπίδος ἀγαθῆς, ὡς ὁ σοφὸς εἴρηκε Μητρόδωρος. αὐτόθεν μὲν οὖν, ὦ ἑταῖρε, φαίνονται γλίσχρον τι καὶ σαπρὸν καὶ οὐ βέβαιον αἴτιον τἀγαθοῦ λαμβάνοντες, ἀλλὰ τοῖς πόροις τούτοις, διʼ ὧν ἡδονὰς; ἐπεισάγονται, καὶ πρὸς ἀλγηδόνας ὁμοίως [1087e] κατατετρημένον, μᾶλλον δʼ ἡδονὴν μὲν ὀλίγοις ἀλγηδόνα δὲ πᾶσι τοῖς μορίοις δεχόμενον. πᾶσα γὰρ ἡδονὴ περὶ […] ἄρθρα καὶ νεῦρα καὶ πόδας καὶ χεῖρας, οἷς ἐνοικίζεται τὰ δεινὰ πάθη καὶ σχέτλια, ποδαγρικὰ καὶ ῥευματικὰ καὶ φαγεδαινικὰ καὶ διαβρώσεις καὶ ἀποσήψεις· ὀσμῶν δὲ καὶ χυμῶν τὰ ἣδιστα προσαγαγὼν τῷ σώματι μικρὸν εὑρήσεις χωρίον ἐν αὐτῷ παντάπασι τὸ κινούμενον λείως καὶ προσηνῶς, τὰ δʼ ἄλλα πολλάκις δυσχεραίνει καὶ ἀγανακτεῖ· πυρὶ δὲ καὶ σιδήρῳ καὶ δήγματι καὶ ὑστριχίσιν οὐδὲν ἀπαθὲς οὐδʼ ἀναίσθητον ἀλγηδόνος, ἀλλὰ καὶ καῦμα καὶ ῥῖγος εἰς ἅπαντα καταδύεται [1087f] καὶ πυρετός· αἱ δʼ ἡδοναὶ καθάπερ αὖραι πρὸς ἑτέραις ἕτεραι τοῦ σώματος ἄκραις ἐπιγελῶσαι διαχέονται, καὶ ὁ χρόνος ὁ μὲν τούτων οὐ πολὺς ἀλλʼ ὥσπερ οἱ διᾴττοντες ἔξαψιν ἅμα καὶ σβέσιν ἐν τῇ σαρκὶ λαμβάνουσιν εἷς δὲ τοῦ πόνου μάρτυς ὁ Αἰσχύλου Φιλοκτήτης ἱκανός· οὐ γὰρ ὁ δράκων, φησίν, ἀνῆκεν

ἀλλʼ ἐνῴκισε
δεινὴν στομάτων ἔκφυσιν, ποδὸς λαβεῖν.