Pular para o conteúdo

Ὅτι οὐδ' ἡδέως ζῆν ἔστι κατ' Ἐπίκουρον

Plutarch · Parte 1088

[1088a] ὀλισθείη […] ἀλγηδὼν οὐχ ἕτερα τοιαῦτα κινοῦσα καὶ γαργαλίζουσα τοῦ σώματος· ἀλλʼ ὥσπερ τὸ τῆς μηδικῆς σπέρμα πολυκαμπὲς καὶ σκαληνὸν ἐμφύεται τῇ γῇ καὶ διαμένει πολὺν χρόνον ὑπὸ τραχύτητος, οὕτως ὁ πόνος ἄγκιστρα καὶ ῥίζας διασπείρων καὶ συμπλεκόμενος τῇ σαρκὶ καὶ παραμένων οὐχ ἡμέρας οὐδὲ νύκτας μόνον ἀλλὰ καὶ ὥρας ἐτῶν ἐνίοις καὶ περιόδους ὀλυμπιακὰς, μόλις ὑπʼ ἄλλων πόνων ὥσπερ ἥλων σφοδροτέρων ἐκκρουόμενος ἀπαλλάττεται. τίς γὰρ ἔπιε χρόνον τοσοῦτον ἢ ἔφαγεν, ὅσον [1088b] διψῶσιν οἱ πυρέττοντες καὶ πεινῶσιν οἱ πολιορκούμενοι; ποῦ δʼ ἔστιν ἄνεσις καὶ κοινωνία μετὰ φίλων, ἐφʼ ὅσον κολάζουσι καὶ στρεβλοῦσι τύραννοι; καὶ γὰρ τοῦτο τῆς τοῦ σώματος φαυλότητος καὶ ἀφυΐας πρὸς τὸ ἡδέως ζῆν ἐστιν, ὅτι τοὺς πόνους ὑπομένει μᾶλλον ἢ τὰς ἡδονὰς καὶ πρὸς ἐκείνους ἔχει ῥώμην καὶ δύναμιν, ἐν δὲ ταύταις ἀσθενὲς ἐστι καὶ ἁψίκορον. τὸ δʼ ἡδέως ζῆν ἂν ἅπτωνται […] πλείονα περὶ τούτου λέγειν οὐκ ἐῶσιν ἡμᾶς, ὁμολογοῦντες αὐτοὶ μικρὸν εἶναι τὸ τῆς σαρκὸς ἡδύ, μᾶλλον δʼ ἀκαρές, εἴ γε δὴ μὴ κενολογοῦσι μηδʼ ἀλαζονεύονται, Μητρόδωρος μὲν λέγων ὅτι “πολλάκις προσεπτύσαμεν ταῖς τοῦ σώματος ἡδοναῖς,” Ἐπίκουρος [1088c] δὲ καὶ “γελᾶν φησι ταῖς ὑπερβολαῖς τοῦ περὶ τὸ σῶμα νοσήματος πολλάκις κάμνοντα τὸν σοφόν” οἷς οὖν οἱ πόνοι τοῦ σώματος οὕτως εἰσὶν ἐλαφροὶ καὶ ῥᾴδιοι, πῶς ἔνεστί τι ταῖς ἡδοναῖς ἀξιόλογον; καὶ γὰρ εἰ μὴ χρόνῳ μηδὲ μεγέθει τῶν πόνων ἀποδέουσιν, ἀλλὰ περὶ πόνους ἔχουσι, καὶ πέρας αὐταῖς κοινὸν Ἐπίκουρος τὴν παντὸς τοῦ ἀλγοῦντος ὑπεξαίρεσιν ἐπιτέθεικεν, ὡς τῆς φύσεως ἄχρι τοῦ λῦσαι τὸ ἀλγεινὸν αὐξούσης τὸ ἡδύ, περαιτέρω δὲ μὴ ἐώσης προελθεῖν κατὰ τὸ μέγεθος, ἀλλὰ ποικιλμοὺς τινας οὐκ ἀναγκαίους, ὅταν ἐν τῷ μὴ πονεῖν γένηται, δεχομένης ἡ δʼ ἐπὶ τοῦτο μετʼ ὀρέξεως πορεία, μέτρον ἡδονῆς οὖσα, κομιδῇ βραχεῖα καὶ σύντομος [1088d] ὅθεν αἰσθόμενοι τῆς ἐνταῦθα γλισχρότητος ὥσπερ ἐκ χωρίου λυπροῦ τοῦ σώματος μεταφέρουσι τὸ τέλος εἰς τὴν ψυχήν, ὡς ἐκεῖ νομὰς καὶ λειμῶνας ἀμφιλαφεῖς ἡδονῶν ἕξοντες “ἐν δʼ Ἰθάκῃ οὔτʼ ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών” οὔτε λείη περὶ τὸ σαρκίδιον ἡ ἀπόλαυσις ἀλλὰ τραχεῖα, μεμιγμένη πρὸς πολὺ τὸ ἀλλότριον καὶ σφυγματῶδες.”