Pular para o conteúdo

Ὅτι οὐδ' ἡδέως ζῆν ἔστι κατ' Ἐπίκουρον

Plutarch · Parte 13

[13] “καίτοι τἄλλα; μὲν ἡμῖν ὡς ἐπῆλθεν εἴρηται μουσικὴν δʼ ὅσας ἡδονὰς καὶ χάριτας οἵας φέρουσαν ἀποστρέφονται καὶ φεύγουσι, βουλόμενος οὐκ ἄν τις ἐκλάθοιτο, διʼ ἀτοπίαν ὧν Ἐπίκουρος λέγει φιλοθέωρον μὲν ἀποφαίνων τὸν σοφὸν ἐν ταῖς Διαπορίαις καὶ χαίροντα παρʼ ὁντινοῦν ἕτερον ἀκροάμασι καὶ θεάμασι Διονυσιακοῖς,, προβλήμασι δὲ μουσικοῖς καὶ κριτικῶν φιλολόγοις ζητήμασιν οὐδὲ παρὰ πότον διδοὺς χώραν, ἀλλὰ καὶ τοῖς φιλομούσοις τῶν βασιλέων παραινῶν στρατιωτικὰ διηγήματα καὶ φορτικὰς βωμολοχίας ὑπομένειν μᾶλλον ἐν τοῖς συμποσίοις ἢ λόγους περὶ μουσικῶν καὶ ποιητικῶν προβλημάτων περαινομένους.” ταυτὶ γὰρ [1095d] ἐτόλμησε γράφειν ἐν τῷ περὶ Βασιλείας, ὥσπερ Σαρδαναπάλῳ γράφων ἢ Νανάρῳ τῷ σατραπεύσαντι Βαβυλῶνος. οὐδὲ γὰρ Ἱέρων γʼ ἂν οὐδʼ Ἄτταλος οὐδʼ Ἀρχέλαος ἐπείσθησαν Εὐριπίδην καὶ Σιμωνίδην καὶ Μελανιππίδην καὶ Κράτητας καὶ Διοδότους ἀναστήσαντες ἐκ τῶν συμποσίων κατακλῖναι Κάρδακας καὶ Ἀγριᾶνας μεθʼ ἑαυτῶν καὶ Καλλίας γελωτοποιοὺς καὶ Θρασωνίδας τινὰς καὶ Θρασυλέοντας, ὀλολυγμοὺς καὶ κροτοθοβύρους ποιοῦντας. εἰ δὲ Πτολεμαῖος ὁ πρῶτος συναγαγὼν τὸ μουσεῖον [1095e] τούτοις ἐνέτυχε τοῖς καλοῖς καὶ βασιλικοῖς παραγγέλμασιν, ἆρʼ οὐκ ἂν εἶπε “τοῖς Σαμίοις, ὦ Μοῦσα, τίς ὁ φθόνος;” Ἀθηναίων γὰρ οὐδενὶ πρέπει ταῖς Μούσαις οὕτως ἀπεχθάνεσθαι καὶ πολεμεῖν,

ὅσα δὲ μὴ πεφίληκε Ζεύς, ἀτύζονται βοὰν
Πιερίδων ἀίοντα.