τί λέγεις, ὦ Ἐπίκουρε; κιθαρῳδῶν καὶ αὐλητῶν ἕωθεν ἀκροασόμενος εἰς τὸ θέατρον βαδίζεις, ἐν δὲ συμποσίῳ Θεοφράστου περὶ συμφωνιῶν διαλεγομένου καὶ Ἀριστοξένου περὶ μεταβολῶν καὶ Ἀριστοτέλους περὶ Ὁμήρου, τὰ ὦτα καταλήψῃ ταῖς χερσὶ δυσχεραίνων καὶ βδελυττόμενος; εἶτʼ οὐκ ἐμμελέστερον [1095f] ἀποφαίνουσι τὸν Σκύθην Ἀτέαν ὅς, Ἰσμηνίου τοῦ αὐλητοῦ ληφθέντος αἰχμαλώτου καὶ παρὰ πότον αὐλήσαντος, ὤμοσεν ἥδιον ἀκούειν τοῦ ἵππου χρεμετίζοντος; οὐχ ὁμολογοῦσι δὲ τῷ καλῷ πολεμεῖν τὸν ἄσπονδον καὶ ἀκήρυκτον πόλεμον; εἰ δὲ μὴ ἡδονὴ [1096a] πρόσεστι, τί σεμνὸν καὶ καθάριον νὴ Δίʼ ἀσπάζονται καὶ ἀγαπῶσιν; οὐκ ἦν δὲ πρὸς τὸ ἡδέως ζῆν ἐπιεικέστερον μύρα καὶ θυμιάματα δυσχεραίνειν ὡς κάνθαροι καὶ γῦπες, ἢ κριτικῶν καὶ μουσικῶν λαλιὰν βδελύττεσθαι καὶ φεύγειν; ποῖος γὰρ ἂν αὐλὸς ἢ κιθάρα διηρμοσμένη πρὸς ᾠδὴν, ἢ τίς χορός “εὐρύοπα κέλαδον ἀκροσόφων ἀγνύμενον διὰ στομάτων” φθεγγόμενος, οὕτως εὔφρανεν Ἐπίκουρον καὶ Μητρόδωρον, ὡς Ἀριστοτέλη καὶ Θεόφραστον καὶ Δικαίαρχον καὶ Ἱερώνυμον οἱ περὶ χορῶν λόγοι καὶ διδασκαλιῶν καὶ τὰ διʼ αὐλῶν προβλήματα καὶ ῥυθμῶν καὶ ἁρμονιῶν; οἷον διὰ τί τῶν ἴσων αὐλῶν [1096b] ὁ στενότερος […] βαρύτερον φθέγγεται· καὶ διὰ τί, τῆς σύριγγος ἀνασπωμένης, πᾶσιν ὀξύνεται τοῖς φθόγγοις, κλινομένης δέ, πάλιν βαρύνει, καὶ συναχθεὶς πρὸς τὸν ἕτερον βαρύτερον διαχθεὶς δʼ ὀξύτερον ἠχεῖ καὶ τί δήποτε τῶν θεάτρων ἂν ἄχυρα τῆς ὀρχήστρας κατασκεδάσῃς ἢ χοῦν, ὁ λαὸς τυφλοῦται· καὶ χαλκοῦν Ἀλέξανδρον ἐν Πέλλῃ βουλόμενον ποιῆσαι τὸ προσκήνιον οὐκ εἴασεν ὁ τεχνίτης, ὡς διαφθεροῦντα τῶν ὑποκριτῶν τὴν φωνήν· καὶ τί δήποτε τῶν γενῶν διαχεῖ τὸ χρωματικόν, ἡ δʼ ἁρμονία συνίστησιν. ἢθη δὲ ποιητῶν καὶ πλάσματα καὶ διαφοραὶ χαρακτήρων καὶ λύσεις ἀποριῶν ἐν τῷ πρέποντι καὶ γλαφυρῷ τὸ οἰκεῖον ἅμα καὶ πιθανὸν [1096c] ἔχουσαι τὸ τοῦ Ξενοφῶντος ἐκεῖνο μοι δοκοῦσι, καὶ τὸν ἐρῶντα ποιεῖν ἐπιλανθάνεσθαι τοσοῦτον ἡδονῇ κρατοῦσαι.