7. Περὶ συμβόλων Πυθαγορικῶν, ἐν οἷς παρεκελεύοντο χελιδόνα οἰκίᾳ μὴ δέχεσθαι καὶ τὰ στρώματα συνταράττειν εὐθὺς ἀναστάντας
[8.7.1] [727b] Σύλλας[2352] ὁ Καρχηδόνιος εἰς Ῥώμην ἀφικομένῳ μοι διὰ χρόνου τὸ ὑποδεκτικόν, ὡς Ῥωμαῖοι καλοῦσι, καταγγείλας δεῖπνον ἄλλους τε τῶν ἑταίρων παρέλαβεν οὐ πολλοὺς καὶ Μοδεράτου τινὰ τοῦ Πυθαγορικοῦ μαθητήν, ὄνομα Λεύκιον, ἀπὸ Τυρρηνίας. οὗτος οὖν ὁρῶν Φιλῖνον τὸν ἡμέτερον ἐμψύχων ἀπεχόμενον, οἷον εἰκός, εἰς τοὺς Πυθαγόρου λόγους προήχθη· καὶ Τυρρηνὸν ἀπέφηνεν, οὐ πατρόθεν, ὥσπερ ἕτεροί τινες, ἀλλʼ αὐτὸν ἐν Τυρρηνίᾳ [727c] καὶ γεγονέναι καὶ τεθράφθαι[2353] καὶ πεπαιδεῦσθαι τὸν Πυθαγόραν ἰσχυριζόμενος οὐχ ἣκιστα τοῖς συμβόλοις, οἷόν ἐστι καὶ τὸ συνταράττειν ἀναστάντας ἐξ εὐνῆς τὰ στρώματα καὶ χύτρας τύπον ἀρθείσης ἐν σποδῷ μὴ ἀπολείπειν[2354] ἀλλὰ συγχεῖν, καὶ χελιδόνας οἰκίᾳ μὴ δέχεσθαι μηδὲ σάρον ὑπερβαίνειν μηδὲ ἑυνα[2355] γαμψώνυχον οἴκοι τρέφειν· ταῦτα γὰρ ἔφη τῶν Πυθαγορικῶν λεγόντων καὶ γραφόντων, μόνους ἔργῳ Τυρρηνοὺς ἐξευλαβεῖσθαι καὶ φυλάττειν.
[8.7.2] λεχθέντων δὲ τούτων ὑπὸ τοῦ Λευκίου, μάλιστα τὸ τῶν χελιδόνων ἀτοπίαν ἔχειν ἐδόκει, ζῷον ἀσινὲς καὶ φιλάνθρωπον εἴργεσθαι τοῖς γαμψωνύχοις ὁμοίως, ἀγριωτάτοις οὖσι καὶ φονικωτάτοις καὶ γὰρ ᾧ μόνῳ τινὲς τῶν παλαιῶν ᾤοντο λύειν [727d] τὸ σύμβολον, ὡς πρὸς τοὺς διαβόλους καὶ ψιθύρους τῶν συνήθων ᾐνιγμένον, οὐδʼ αὐτὸς ὁ Λεύκιος ἐδοκίμαζεν· ψιθυρισμοῦ μὲν γὰρ ἥκιστα χελιδόνι μέτεστι, λαλιᾶς δὲ[2356] καὶ πολυφωνίας οὐ μᾶλλον ἢ κίτταις καὶ πέρδιξι καὶ ἀλεκτορίσιν. “ἆρʼ[2357] οὖν” ὁ Σύλλας ἔφη “διὰ τὸν μῦθον τὸν περὶ τὴν παιδοφονίαν ἀφοσιοῦνται τὰς χελιδόνας, ἄπωθεν[2358] ἡμᾶς πρὸς ἐκεῖνα τὰ πάθη διαβάλλοντες, ἐξ ὧν τὸν Τηρέα καὶ τὰς γυναῖκας τὰ μὲν[2359] δρᾶσαι τὰ δὲ παθεῖν ἄθεσμα καὶ σχέτλια λέγουσι, καὶ μέχρι νῦν Δαυλίδας[2360] ὀνομάζουσι [727e] τὰς ὄρνιθας; Γοργίας[2361] δʼ ὁ σοφιστής, χελιδόνος ἀφείσης ἐπʼ αὐτὸν ἀπόπατον, ἀναβλέψας πρὸς αὐτήν “οὐ καλὰ ταῦτʼ” εἶπεν “ὦ Φιλομήλα” ἢ καὶ τοῦτο κενόν[2362] ἐστι; τὴν γὰρ ἀηδόνα, ταῖς αὐταῖς τραγῳδίαις ἔνοχον οὖσαν, οὐκ ἀπείργουσιν οὐδὲ ξενηλατοῦσιν”
[8.7.3] “ἴσως” ἔφην ἐγὼ “καὶ ταῦτʼ ἔχει λόγον, ὦ Σύλλα. σκόπει δὲ μὴ πρῶτον μέν, ᾧ λόγῳ τὸ γαμψώνυχον οὐ προσίενται, τούτῳ καὶ ἡ χελιδὼν ἀδοξεῖ παρʼ αὐτοῖς· σαρκοφάγος γάρ ἐστι καὶ μάλιστα [727f] τοὺς τέττιγας, ἱεροὺς καὶ μουσικοὺς ὄντας, ἀποκτίννυσι καὶ σιτεῖται· καὶ πρόσγειος αὐτῆς ἡ πτῆσίς ἐστι, τὰ μικρὰ καὶ λεπτὰ τῶν ζῴων ἀγρευούσης, ὥς φησιν Ἀριστοτέλης[2363]· ἔπειτα μόνη τῶν ὁμωροφίων ἀσύμβολος ἐνοικεῖ καὶ ἀτελὴς ἐνδιαιτᾶται. καίτοι ὅ γε πελαργὸς οὔτε σκέπης μετέχων οὔτʼ ἀλέας οὔτʼ ἀδείας τινὸς ἢ βοηθείας παρʼ ἡμῖν, ἐπίβαθρόν τι γῆς[2364] δίδωσι· τὰ γὰρ ἐπίβουλα καὶ πολέμια τῶν ἀνθρώπων, φρύνους καὶ ὄφεις, ἀναιρεῖ περιιών· ἡ δὲ πάντων τυχοῦσα τούτων, ὅταν ἐκθρέψῃ [728a] καὶ τελειώσῃ τοὺς νεοσσούς, ἄπεισιν ἀχάριστος γενομένη καὶ ἄπυστος. ὃ δὲ δεινότατόν ἐστι, μόνα τῶν συνοίκων μυῖα καὶ χελιδὼν οὐχ ἡμεροῦται πρὸς ἄνθρωπον οὐδʼ ἀνέχεται ψαῦσιν οὐδʼ ὁμιλίαν οὐδὲ κοινωνίαν ἔργου τινὸς ἢ παιδιᾶς, ἡ μὲν μυῖα φοβουμένη τῷ πάσχειν κακῶς καὶ διασοβεῖσθαι πολλάκις, ἡ δὲ χελιδὼν τῷ φύσει μισάνθρωπος εἶναι καὶ διʼ ἀπιστίαν ἀτιθάσευτος ἀεὶ καὶ ὕποπτος. εἴπερ οὖν δεῖ τὰ τοιαῦτα μὴ κατʼ εὐθυωρίαν, ἀλλʼ ἀνακλάσαντας ὥσπερ ἐμφάσεις ἑτέρων ἐν ἑτέροις θεωρεῖν, παράδειγμα τὰς χελιδόνας τοῦ ἀβεβαίου καὶ ἀχαρίστου θέμενος οὐκ ἐᾷ τοὺς ἕνεκα καιροῦ προσφερομένους καὶ ὑποδυομένους ποιεῖσθαι συνήθεις ἐπὶ πλέον, ἑστίας καὶ οἴκου καὶ τῶν ἁγιωτάτων μεταδιδόντας.”
[8.7.4] ταῦτʼ εἰπὼν ἐγώ μοι δοκῶ[2365] ποιῆσαι λόγων ἄδειαν· εὐθαρσῶς γὰρ ἤδη τοῖς ἄλλοις συμβόλοις προσῆγον, ἠθικὰς ἐπιεικῶς ποιούμενοι[2366] τὰς λύσεις αὐτῶν. τῆς μὲν γὰρ χύτρας τὸν τύπον ἔφη Φιλῖνος ἀφανίζειν αὐτούς, διδάσκοντας ὅτι δεῖ μηδὲν ὀργῆς ἔνδηλον[2367] ἀπολείπειν[2368] ἴχνος, ἀλλʼ ὅταν ἀναζέσασα[2369] παύσηται καὶ καταστῇ, πᾶσαν ἐξαληλίφθαι μνησικακίαν. ἡ δὲ τῶν στρωμάτων συντάραξις ἐνίοις μὲν ἐδόκει μηθὲν ἔχειν ἀποκεκρυμμένον, ἀλλʼ αὐτόθεν φαίνεσθαι τὸ μὴ πρέπον, ἀνδρὶ συγκεκοιμημένης [728c] γαμετῆς, χώραν ὁρᾶσθαι καὶ τύπον ὥσπερ ἐκμαγεῖον ἀπολειπόμενον. ὁ δὲ Σύλλας μᾶλλον εἴκαζε κοιμήσεως μεθημερινῆς ἀποτροπὴν εἶναι τὸ σύμβολον, ἀναιρουμένης ἕωθεν εὐθὺς τῆς πρὸς τὸν ὕπνον παρασκευῆς· ὡς νυκτὸς ἀναπαύεσθαι δεῖν[2370], ἡμέρας δὲ πράττειν ἀναστάντας καὶ μὴ περιορᾶν οἷον ἴχνος πτώματος[2371]· οὐδὲν γὰρ ἀνδρὸς ὄφελος καθεύδοντος, ὥσπερ οὐδὲ τεθνηκότος. τούτοις δὲ συμμαρτυρεῖν ἐδόκει καὶ τὸ παρεγγυᾶν τοὺς Πυθαγορικοὺς τοῖς ἑταίροις μηδενὸς; ἀφαιρεῖν βάρος, συνεπιτιθέναι δὲ καὶ συνεπιφορτίζειν, ὡς μηδεμίαν [728d] σχολὴν μηδὲ ῥᾳστώνην ἀποδεχομένους.