6. Περὶ τῶν ὀψὲ παραγιγνομένων ἐπὶ τὸ δεῖπνον· ἐν ᾧ καὶ πόθεν ἀκράτισμα καὶ ἄριστον καὶ δεῖπνον ὠνομάσθη
[8.6.1] τῶν υἱῶν μου τοὺς νεωτέρους ἐν θεάτρῳ προσδιατρίψαντας ἀκροάμασι καὶ βράδιον ἐπὶ τὸ [726a] δεῖπνον ἐλθόντας οἱ Θέωνος υἱοὶ “κωλυσιδείπνους[2316]” καὶ “ζοφοδορπίδας[2317]” καὶ τοιαῦτα μετὰ παιδιᾶς ἔσκωπτον· οἱ δʼ ἀμυνόμενοι πάλιν ἐκείνους “τρεχεδείπνους” ἀπεκάλουν. καί τις εἶπε τῶν πρεσβυτέρων τρεχέδειπνον εἶναι τὸν ὑστερίζοντα τοῦ δείπνου θᾶττον γὰρ ἢ βάδην ἐπειγόμενον, ὅταν βραδύνῃ, φαίνεσθαι. καὶ Γάλβα τοῦ[2318] παρὰ Καίσαρι γελωτοποιοῦ χάριεν ἀπεμνημόνευσεν ἐκεῖνος γὰρ “ἐπιθυμοδείπνους” ἐκάλει τοὺς ὀψὲ παραγιγνομένους ἐπὶ δεῖπνον· ἀσχολουμένους γὰρ αὐτοὺς ὅμως διὰ τὸ φιλόδειπνον οὐκ ἀπολέγεσθαι τὰς κλήσεις.
[8.6.2] [726b] ἐγὼ δʼ εἶπον, ὅτι καὶ Πολύχαρμος ἐν Ἀθήναις δημαγωγῶν καὶ τοῦ βίου διδοὺς ἀπολογισμὸν ἐν ἐκκλησίᾳ “ταῦτʼ” εἶπεν, “ἄνδρες Ἀθηναῖοι, τἀμά[2319] καὶ πρὸς τούτοις, οὐδέποτε κληθεὶς ἐπὶ δεῖπνον ὕστατος ἀφικόμην” δημοτικὸν γὰρ εὖ μάλα δοκεῖ τὸ τοιοῦτο, καὶ τοὐναντίον οἱ ἄνθρωποι τοὺς ὀψὲ παραγιγνομένους ἀναγκαζόμενοι[2320] περιμένειν, ὡς ἀηδεῖς καὶ ὀλιγαρχικοὺς βαρύνονται.
[8.6.3] ὁ δὲ Σώκλαρος ὑπερδικῶν τῶν νεανίσκων “ἀλλʼ οὐδὲ τὸν Πιττακόν” ἔφη “ζοφοδορπίδαν ὁ Ἀλκαῖος[2321] ὡς ὀψὲ δειπνοῦντα λέγεται προσειπεῖν, ἀλλʼ ὡς ἀδόξοις τὰ πολλὰ καὶ φαύλοις ἡδόμενον συμπόταις· τὸ μέντοι πρωίτερον[2322] δειπνεῖν ὄνειδος ἦν [726c] πάλαι, καὶ τὸ ἀκράτισμά φασιν[2323] οὕτω λέγεσθαι διὰ τὴν ἀκρασίαν.”
[8.6.4] ὑπολαβὼν δʼ ὁ Θέων “ἥκιστʼ” εἶπεν “εἰ δεῖ[2324] τοῖς τὸν ἀρχαῖον βίον διαμνημονεύουσι πιστεύειν. φασὶ γὰρ ἐκείνους, ἐργατικοὺς ἅμα καὶ σώφρονας ὄντας, ἕωθεν ἐσθίειν ἄρτον ἐν ἀκράτῳ, καὶ μηθὲν ἄλλο διὸ τοῦτο μὲν ἀκράτισμα καλεῖν διὰ τὸν ἄκρατον, ὄψον δὲ τὸ παρασκευαζόμενον εἰς δεῖπνον αὐτοῖς· ὀψὲ γὰρ δειπνεῖν ἀπὸ τῶν πράξεων γενομένους. ἐκ τούτου καὶ τὸ δεῖπνον καὶ τὸ ἄριστον, ἀφʼ ὅτου λάβοι τοὔνομα, ζήτησιν παρέσχε. καὶ τὸ μὲν ἄριστον ἐδόκει τῷ ἀκρατίσματι ταὐτὸν εἶναι, μαρτυρεῖ τῷ Ὁμήρῳ λέγοντι[2325] τοὺς περὶ τὸν Εὔμαιον “ἐντύνοντας[2326] ἄριστον ἃμ ἠοῖ φαινομένῃφι”[2327] [726d] καὶ πιθανὸν ἐδόκει διὰ τὴν ἑωθινὴν ὥραν ἄριστον ὠνομάσθαι, καθάπερ τὸ αὔριον[2328]. τὸ δὲ δεῖπνον, ὅτι τῶν πόνων διαναπαύει· πράξαντες γάρ τι δειπνοῦσιν ἢ μεταξὺ πράττοντες·. ἔστι δὲ καὶ τοῦτο παρʼ Ὁμήρου λαβεῖν λέγοντος “ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὡπλίσσατο δεῖπνον.”[2329] εἰ μὴ νὴ Δία τὸ ἄριστον αὐτόθεν ἀπραγμόνως προσφερόμενοι καὶ ῥᾳδίως ἀπὸ τῶν τυχόντων, τὸ δὲ δεῖπνον ἤδη παρεσκευασμένον, ἐκεῖνο μὲν[2330] ῥᾷστον, τοῦτο δʼ ὥσπερ διαπεπονημένον ἐκάλεσαν.”
[8.6.5] ὑβριστὴς δʼ ὢν καὶ φιλόγελως φύσει ὁ ἀδελφὸς ἡμῶν Λαμπρίας ἔφη μυρίῳ τὰ Ῥωμαϊκὰ δείξειν [726e] οἰκειότερα τῶν Ἑλληνικῶν ὀνόματα, τοσαύτης ἀδείας τῷ[2331] φλυαρεῖν δεδομένης. τὸ μὲν γὰρ δεῖπνόν φασι “κοῖνα” διὰ τὴν κοινωνίαν[2332] καλεῖσθαι· καθʼ ἑαυτοὺς γὰρ ἠρίστων ἐπιεικῶς οἱ πάλαι Ῥωμαῖοι συνδειπνοῦντες[2333] τοῖς φίλοις. τὸ δʼ ἄριστον ἐκλήθη “πράνδιον[2334]” ἀπὸ τῆς ὥρας· ἔνδιον γὰρ τὸ δειλινόν, [726f] καὶ τὴν μετʼ ἄριστον ἀνάπαυσιν ἐνδιάζειν· ἢ πρωινήν τινα σημαίνοντες ἐδωδὴν ἢ τροφήν, ᾗ[2335] χρῶνται πρὶν ἐνδεεῖς γενέσθαι. “καὶ μὴν ἵνʼ ἀφῶ τὰ στρώματα” ἔφη “τὸν οἶνον, τὸ μέλι, τοὔλαιον, τὸ γεύσασθαι, τὸ προπιεῖν, ἕτερα πάμπολλα τοῖς αὐτοῖς ὀνόμασι καταφανῶς χρώμενα· τίς οὐκ ἂν εἴποι ἐπὶ κῶμον[2336] Ἑλληνικῶς “κωμισσᾶτον[2337]” λέγεσθαι, καὶ τὸ κεράσαι “μισκῆραι” καθʼ Ὅμηρον[2338], “ἡ δʼ αὖτʼ ἐν[2339] κρητῆρι μελίφρονα οἶνον ἔμισγε[2340]” καί “μῆνσαν[2341]” μὲν τὴν τράπεζαν ἀπὸ[2342] τῆς· ἐν μέσῳ θέσεως, “πᾶνεμ[2343]” δὲ τὸν ἄρτον ὡς ἀνιέντα τὴν πεῖναν τὸν δὲ στέφανον “κορῶναν” ἀπὸ τῆς κεφαλῆς, [727a] ὡς Ὅμηρος[2344] τὸ κράνος εἴκασέ που στεφάνῃ[2345]· τὸ δὲ καῖρε δέρε[2346], καί “δέντης” τοὺς ὀδόντας, καί “λάβρα[2347]” τὰ χείλη ἀπὸ τοῦ λαμβάνειν τὴν βορὰν διʼ αὐτῶν; ἢ καὶ τούτων οὖν ἀκουστέον ἀγελαστὶ λεγομένων, ἢ μηδʼ ἐκείνοις εὐκόπως οὕτως διὰ τῶν ὀνομάτων ὥσπερ τριγχίων[2348] τὰ μὲν ἐκκόπτουσι μέρη τὰ δὲ καθαιροῦσι[2349] παραδύσεις[2350] διδῶμεν[2351].”